previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀντίπατρος δ᾽ ἀπολελειμμένος ὑπ᾽ Ἀλεξάνδρου στρατηγὸς τῆς Εὐρώπης ὡς ἐπύθετο τήν τε τοῦ βασιλέως ἐν Βαβυλῶνι τελευτὴν τήν τε τῶν σατραπειῶν διαίρεσιν, πρὸς μὲν Κρατερὸν εἰς Κιλικίαν διεπέμπετο παρακαλῶν τὴν ταχίστην βοηθῆσαι ῾οὗτος γὰρ προαπεσταλμένος εἰς Κιλικίαν ἤμελλε κατάγειν εἰς Μακεδονίαν τοὺς ἀπολελυμένους τῆς στρατείας Μακεδόνας, ὄντας ὑπὲρ τοὺς μυρίουσ᾽, πρὸς δὲ Φιλώταν τὸν εἰληφότα σατραπείαν τὴν ἐφ᾽ Ἑλλησπόντῳ Φρυγίαν, ὁμοίως ἀξιῶν καὶ τοῦτον βοηθῆσαι καὶ μίαν τῶν ἑαυτοῦ θυγατέρων συνοικιεῖν ἐπαγγελλόμενος. [2] πυθόμενος δὲ τὴν ὑπὸ τῶν Ἑλλήνων συνδρομὴν ἐπ᾽ αὐτὸν γεγενημένην, τῆς μὲν Μακεδονίας ἀπέλιπε στρατηγὸν Σίππαν, δοὺς στρατιώτας τοὺς ἱκανοὺς καὶ παραγγείλας στρατολογεῖν ὡς πλείστους: αὐτὸς δ᾽ ἀναλαβὼν Μακεδόνας μὲν μυρίους καὶ τρισχιλίους, ἱππεῖς δὲ [p. 337] ἑξακοσίους ῾ἐσπάνιζε γὰρ Μακεδονία στρατιωτῶν πολιτικῶν διὰ τὸ πλῆθος τῶν ἀπεσταλμένων εἰς τὴν Ἀσίαν ἐπὶ διαδοχὴν τῆς στρατείασ᾽ ἀνέζευξεν ἐκ τῆς Μακεδονίας εἰς Θετταλίαν, συμπαραπλέοντος αὐτῷ τοῦ στόλου παντός, ὃν ἀπεσταλκὼς ἦν Ἀλέξανδρος παραπέμψοντα πλῆθος χρημάτων ἐκ τῶν βασιλικῶν θησαυρῶν εἰς τὴν Μακεδονίαν, οὐσῶν τῶν πασῶν τριήρων ἑκατὸν καὶ δέκα. [3] οἱ δὲ Θετταλοὶ τὸ μὲν πρῶτον συμμαχοῦντες τῷ Ἀντιπάτρῳ πολλοὺς καὶ ἀγαθοὺς ἱππεῖς ἐξέπεμψαν αὐτῷ: ὕστερον δ᾽ ὑπὸ τῶν Ἀθηναίων μεταπεισθέντες ἀφίππευσαν πρὸς Λεωσθένην καὶ μετὰ τῶν Ἀθηναίων ταχθέντες διεπολέμουν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας. [4] μεγάλης δὲ δυνάμεως ταύτης τοῖς Ἀθηναίοις προσγεγενημένης οἱ μὲν Ἕλληνες ἐκράτουν πολὺ τῶν Μακεδόνων ὑπερέχοντες, δὲ Ἀντίπατρος μάχῃ λειφθεὶς καὶ τὸ λοιπὸν οὔτε παρατάξασθαι τολμῶν οὔτ᾽ εἰς τὴν Μακεδονίαν ἐπανελθεῖν ἀσφαλῶς δυνάμενος κατέφυγεν εἰς πόλιν Λάμιαν. ἐν ταύτῃ δὲ τὴν δύναμιν συνέχων καὶ τὰ τείχη κατασκευάζων, ἔτι δὲ παρασκευὰς ὅπλων καὶ καταπελτῶν καὶ σίτου ποιούμενος ἐκαραδόκει τοὺς ἀπὸ τῆς Ἀσίας συμμάχους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: