previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Κάσανδρος ὁρῶν περὶ τὸν Ἀριστόνουν ὑπάρχον ἀξίωμα διὰ τὴν παρ᾽ Ἀλεξάνδρου προαγωγὴν καὶ σπεύδων ἐκ ποδῶν ποιεῖν τοὺς δυναμένους νεωτερίζειν ἐπανεῖλε τὸν ἄνδρα διὰ τῶν Κρατεύα συγγενῶν. προετρέψατο δὲ καὶ τοὺς οἰκείους τῶν ἀνῃρημένων ὑπ᾽ Ὀλυμπιάδος ἐν κοινῇ τῶν Μακεδόνων ἐκκλησίᾳ κατηγορεῖν τῆς προειρημένης γυναικός. [2] ὧν ποιησάντων τὸ προσταχθὲν καὶ τῆς μὲν Ὀλυμπιάδος οὔτε παρούσης οὔτε ἐχούσης τοὺς ἀπολογησομένους οἱ μὲν Μακεδόνες κατεγίνωσκον αὐτῆς θάνατον, δὲ Κάσανδρος πέμψας τινὰς τῶν φίλων πρὸς τὴν Ὀλυμπιάδα συνεβούλευε λάθρᾳ φυγεῖν, [p. 82] ἐπαγγελλόμενος αὐτῇ ναῦν παρασκευάσειν καὶ διακομιεῖν εἰς τὰς Ἀθήνας. [3] τοῦτο δ᾽ ἔπραττεν οὐ τῆς σωτηρίας προνοούμενος, ἀλλ᾽ ἵνα καθ᾽ αὑτῆς φυγὴν καταγνοῦσα καὶ διαφθαρεῖσα κατὰ τὸν πλοῦν δόξῃ δικαίᾳ περιπεπτωκέναι τιμωρίᾳ: εὐλαβεῖτο γὰρ ἅμα καὶ τὸ περὶ αὐτὴν ἀξίωμα καὶ τὸ τῶν Μακεδόνων εὐμετάβολον. [4] τῆς δὲ Ὀλυμπιάδος οὐ φαμένης φεύξεσθαι, τοὐναντίον δ᾽ ἑτοίμης οὔσης ἐν πᾶσι Μακεδόσι κριθῆναι Κάσανδρος φοβηθεὶς μήποτε τὸ πλῆθος ἀκοῦον τῆς βασιλίσσης ἀπολογουμένης καὶ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου πρὸς ἅπαν ἔθνος εὐεργεσιῶν ἀναμιμνησκόμενον μετανοήσῃ, διακοσίους τῶν στρατιωτῶν τοὺς ἐπιτηδειοτάτους ἀπέστειλε πρὸς αὐτήν, προστάξας ἀνελεῖν τὴν ταχίστην. [5] οὗτοι μὲν οὖν παρεισπεσόντες εἰς τὴν βασιλικὴν οἰκίαν, ὡς ἴδον τὴν Ὀλυμπιάδα, καταιδεσθέντες τὸ περὶ αὐτὴν ἀξίωμα πάλιν ἀπεχώρησαν ἄπρακτοι: οἱ δὲ τῶν ἀνῃρημένων συγγενεῖς, Κασάνδρῳ τε χαρίζεσθαι βουλόμενοι καὶ τοῖς τετελευτηκόσιν ἀμῦναι, κατέσφαξαν τὴν βασίλισσαν, οὐδεμίαν ἀγεννῆ καὶ γυναικείαν προεμένην ἀξίωσιν. Ὀλυμπιὰς μὲν οὖν, μέγιστον τῶν καθ᾽ αὑτὴν ἐσχηκυῖα ἀξίωμα καὶ γεγενημένη θυγάτηρ μὲν Νεοπτολέμου τοῦ βασιλέως τῶν Ἠπειρωτῶν, ἀδελφὴ δὲ Ἀλεξάνδρου τοῦ στρατεύσαντος εἰς Ἰταλίαν, ἔτι δὲ γυνὴ μὲν Φιλίππου τοῦ πλεῖστον ἰσχύσαντος τῶν πρὸ αὐτοῦ κατὰ τὴν Εὐρώπην δυναστευσάντων, μήτηρ δὲ Ἀλεξάνδρου τοῦ πλεῖστα καὶ κάλλιστα κατεργασαμένου τοιαύτης καταστροφῆς ἔτυχε. [p. 83]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: