previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[48] φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων. ἀλλ᾽ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν: οὐκ, ἀλλὰ. γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς: ὤσφραται τοῦ χρυσίου: πλησίον [p. 72] ἤδη ἐστὶν ἔψαυσεν εἴληπται: ἀνασπάσωμεν. καὶ σύ, Ἔλεγχε, ἀνάσπα: ἔλεγχε,^ συνεπιλαβοῦ τῆς ὁρμιᾶς.

Ἔλεγχος
ἄνω ἐστί. φέρ᾽ ἴδω τίς εἶ, βέλτιστε ἰχθύων; κύων οὗτός γε.'^ Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δί᾽ ἔπιεν.^ τουτὶ κενόν σοι τὸ ἄγκιστρον δ᾽ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ.

Παρρησιάδης
ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπ᾽ ἄλλους δελεάσωμεν. εὖ ἔχει: τί φής, Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, προσήκει τί σοι ἁνήρ;

Διογένης
οὐδαμῶς.

Παρρησιάδης
τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύ᾽ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην.

Διογένης
πολὺ λέγεις: ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος: ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας: σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι: ὅρα, Παρρησιάδη, μὴ καμπτόμενός σοι κάλαμος ἀποκλασθῇ. [p. 74]

Παρρησιάδης
θάρρει, Διόγενες: κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι.

Διογένης
νὴ Δί᾽, ἀφυέστατοί γε: ἀνάσπα δὲ ὅμως.

Παρρησιάδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: