[4]
εἰπὲ δέ μοι, γεγάμηκας, ὦ Πάν, ἤδη;
τοῦτο γάρ, οἶμαι, καλοῦσί σε.
[p. 111]
Πάν
οὐδαμῶς, ὦ πάτερ: ἐρωτικὸς γάρ εἰμι καὶ
οὐκ ἂν ἀγαπήσαιμι συνὼν μιᾷ.
Ἑρμῆς
ταῖς οὖν αἰξὶ δηλαδὴ ἐπιχειρεῖς.
Πάν
σὺ μὲν σκώπτεις, ἐγὼ δὲ τῇ τε Ἠχοῖ καὶ τῇ
Πίτυϊ σύνειμι καὶ ἀπάσαις ταῖς τοῦ Διονύσου Μαινάσι
καὶ πάνυ σπουδάζομαι πρὸς αὐτῶν.
Ἑρμῆς
οἶσθα οὖν, ὦ τέκνον, ὅ τι χαρίσῃ τὸ πρῶτον αἰτοῦντί μοι;
Πάν
πρόσταττε, ὦ πάτερ: ἡμεῖς μὲν ἴδωμεν ταῦτα.
Ἑρμῆς
καὶ πρόσιθί μοι καὶ φιλοφρονοῦ: πατέρα δὲ
ὅρα μὴ καλέσῃς με ἄλλου ἀκούοντος.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.