previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

34. ὣς περισωθεῖεν, δὲ δὴ Κάτων καὶ Φαουώνιος ἠναντιοῦντο μὲν πᾶσι τοῖς πρασσομένοις ὑπ᾽ αὐτῶν, συνεργοὺς ἄλλους τέ τινας καὶ τοὺς δύο δημάρχους ἔχοντες, ἅτε δὲ ὀλίγοι πρὸς πολλοὺς [2] ἀγωνιζόμενοι μάτην ἐπαρρησιάζοντο. καὶ μὲν Φαουώνιος μίαν ὥραν μόνην παρὰ τοῦ Τρεβωνίου [p. 356] πρὸς τὴν ἀντιλογίαν λαβών, κατέτριψεν αὐτὴν ὑπὲρ αὐτῆς τῆς τοῦ καιροῦ στενοχωρίας εἰκῇ βοῶν: δὲ δὴ Κάτων ἔτυχε μὲν ἐν δύο ὥραις [3] δημηγορῆσαι, τραπόμενος δὲ πρὸς κατηγορίαν τῶν τε ἐν χερσὶ καὶ τῆς ὅλης καταστάσεως, ὥσπερ εἰώθει, κατανάλωσε τὸν καιρὸν πρὶν καὶ ὁτιοῦν τῶν προκειμένων εἰπεῖν, 1 οὐχ ὅτι οὐκ ἐνεδέχετό τι καὶ περὶ ἐκείνων λεχθῆναι, ἀλλ᾽ ἵν᾽ ἔτι τι δημηγορῆσαι δοκῶν ἔχειν ὑπό τε τοῦ Τρεβωνίου σιγασθῇ καὶ αὐτῷ καὶ τοῦτ᾽ αὐτὸ ἐγκαλῇ, ἐπεὶ εὖ γε ἠπίστατο ὅτι οὐδ᾽ εἰ πάσῃ τῇ ἡμέρᾳ ἐκέχρητο, πεῖσαί τι ὧν ἐβούλετο ψηφίσασθαί σφας ἐδύνατο. [4] οὐκοῦν οὔτε 2 παραχρῆμα σιωπῆσαι 3 κελευσθεὶς ἐπαύσατο, ἀλλὰ καὶ ἐξωσθεὶς καὶ ἑλκυσθεὶς ἐκ τοῦ συλλόγου ἐπανῆλθε, καὶ τὸ τελευταῖον καὶ ἐς τὸ οἴκημα ἐσαχθῆναι προσταχθεὶς οὐκ ἐμετρίασεν.

1 prokeime/nwn ei)pei=n Rk., e)onoume/nwn L.

2 ou)/te Bk., ou)de\ L.

3 siwph=sai Reim., siwph/sein L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: