previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. κἀν τούτῳ Ἀτουατικοί, πλησιόχωροί τε αὐτοῖς ὄντες καὶ τὸ γένος τό τε φρόνημα τὸ τῶν Κίμβρων ἔχοντες, ὥρμησαν μὲν ὡς καὶ βοηθήσοντές σφισιν, ἐπειδὴ δὲ ἔφθησαν προαλόντες, ἀνεχώρησαν, καὶ πάντα τἆλλα χωρία ἐκλιπόντες ἐς ἓν [2] τεῖχος τὸ κράτιστον ἀνεσκευάσαντο. καὶ αὐτῷ [p. 314] τὸν Καίσαρα προσβαλόντα ἐπὶ πολλὰς ἡμέρας ἀπεκρούσαντο, μέχρις οὗ πρὸς μηχανῶν ποίησιν ἐτράπετο. τότε γάρ, τέως μὲν τήν τε ὕλην τέμνοντας καὶ τὰ μηχανήματα συμπηγνύντας τοὺς Ῥωμαίους ἑώρων, γέλωτα τῇ ἀπειρίᾳ τῶν γιγνομένων 1 [3] ἐποιοῦντο, ἐπεὶ δὲ ἐκεῖνά τε ἐξειργάσθη καὶ ὁπλῖταί σφισι πανταχόθεν ἅμα ἐπ᾽ αὐτῶν προσήγοντο, κατεπλάγησαν ἅτε μηπώποτε τοιοῦτό τι ἑορακότες, καὶ διεκηρυκεύσαντο, τά τε ἐπιτήδεια τοῖς στρατιώταις πέμψαντες καὶ ὅπλα [4] τινὰ ἀπὸ τοῦ τείχους ῥίψαντες. ὡς μέντοι τά τε μηχανήματα τῶν ἀνδρῶν γυμνωθέντα αὖθις εἶδον καὶ ἐκείνους πρὸς θυμηδίαν οἷα 2 ἐπὶ νίκῃ τετραμμένους ᾔσθοντο, μετέγνωσαν, καὶ ἀναθαρσήσαντες τῆς νυκτὸς ἐπέξοδον ὡς καὶ ἀνελπίστους σφᾶς κατακόψοντες ἐποιήσαντο. περιπεσόντες δὲ τοῖς προφύλαξιν ῾ὁ γὰρ Καῖσαρ ἀκριβῶς πάντα ἀεὶ διῴκεἰ ἐσφάλησαν. καὶ οὐδὲ τῶν λοιπῶν οὐδεὶς ἔτι συγγνώμης ἔτυχεν, ἀλλὰ πάντες ἐπράθησαν. 3

1 gignome/nwn H. Steph., genome/nwn L.

2 pro\s qumhdi/an oi(=a Bk., proqumhidianoiai L.

3 e)pra/qhsan R. Steph., e)pra/xqhsan L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: