previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. τοῦ πνεύματος ἰσχὺν ἀπλήστως ἐσδέχεσθαι. οὖν Βροῦτος, τέως μὲν ἐκεῖνο 1 ἐπέσπερχεν, οὐδ᾽ ἀνταναχθῆναι αὐτοῖς διά τε τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν νεῶν τήν τε ἐκ τοῦ πνεύματος φορὰν καὶ τὴν ἐπιβολήν σφων ἐτόλμησεν, ἀλλὰ παρεσκευάζετο ὡς καὶ πρὸς τῇ γῇ τὰς προσβολὰς αὐτῶν ἀμυνούμενος καὶ τὰ σκάφη παντελῶς ἐκλείψων. [2] ἐπεὶ δ᾽ τε ἄνεμος ἐξαπιναίως ἔπεσε καὶ τὸ κῦμα ἐστορέσθη, τά τε πλοῖα οὐκέθ᾽ ὁμοίως ὑπὸ τῶν κωπῶν ἐκινεῖτο, ἀλλ᾽ ἅτε 2 καὶ καταβαρῆ ὄντα κατὰ χώραν τρόπον τινὰ εἱστήκει, τότε δὴ θαρσήσας ἀντανήχθη, καὶ προσπεσὼν αὐτοῖς πολλά σφας καὶ δεινὰ ἀδεῶς καὶ περιπλέων καὶ [p. 370] [3] διεκπλέων, 3 καὶ τοτὲ μὲν ἐμβάλλων τινὶ τοτὲ δὲ ἀνακρουόμενος, ὅπῃ τε καὶ ἐφ᾽ ὅσον ἤθελεν, εἰργάσατο, πολλαῖς τε πρὸς μίαν καὶ ἑτέρωθι ἴσαις πρὸς ἴσας, 4 ἔστι δ᾽ καὶ ἐλάσσοσι πρὸς πλείονας [4] ἀσφαλῶς προσφερόμενος. ὅπου μὲν γὰρ κρείοττων αὐτῶν ἐν τῇ ... προσηρτᾶτό 5 σφισι, καὶ τὰς μὲν κατέδυεν ἀναρρηγνύς, ἐς δὲ τὰς πολλαχόθεν μετεκβαίνων ἔς τε χεῖρας τοῖς ἐπιβάταις ᾔει καὶ πολλοὺς ἐφόνευεν: εἰ δὲ καὶ καθ᾽ ὁτιοῦν ἐλαττοῖτο, ῥᾷστα ἀνεχώρει, ὥστε ἐπ᾽ αὐτῷ τὴν πλεονεξίαν

1 e)kei=no Leuncl., e)kei=nos L.

2 a)ll' a(/te R. Steph., allate L.

3 diekple/wn v. Hers., diaple/wn L.

4 pro\s i)/sas supplied by Rk.

5 e)n th=| ... proshrta=to/ Rk., e)n th= prosh/rato/ L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: