previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39. μέχρι μὲν οὖν τούτων Καῖσαρ καὶ πρὸς τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς ηὔξετο, κἀκ τούτου τά τε ἄλλα τιμηθήσεσθαι καὶ ὕπατος εὐθὺς ἀποδειχθήσεσθαι προσεδόκα: συνέβη γὰρ τόν τε Ἵρτιον ἐν τῇ τοῦ Ἀντωνιείου 1 στρατοπέδου καταλήψει καὶ τὸν Οὐίβιον ἐκ τῶν τραυμάτων μὴ πολλῷ ὕστερον φθαρῆναι, ὅθεν αἰτίαν τοῦ θανάτου αὐτῶν πρὸς τὴν τῆς ἀρχῆς διαδοχὴν ἔσχεν. [2] δὲ γερουσία πρότερον μέν, ἕως ἔτι ἄδηλον ἦν ὁπότερός σφων κρατήσει, 2 πάνθ᾽ ὅσα ἐν τῷ πρὶν δυναστείας τισὶν ἔξω τῶν πατρίων δοθέντα παρεσκευάκει προκατέλυσαν, 3 ἐπ᾽ ἀμφοτέροις μέν που ταῦτα ψηφισάμενοι ὡς καὶ προκαταληψόμενοι δι᾽ αὐτῶν τὸν νικήσοντα, τὴν δὲ αἰτίαν ἐς τὸν ἕτερον [3] τὸν ἡττηθησόμενον μέλλοντες ἀναφέρειν. τοῦτο μὲν γὰρ ἀπεῖπον μηδένα ἐπὶ πλείω 4 χρόνον ἐνιαυτοῦ ἄρχειν, τοῦτο δὲ ἀπηγόρευσαν μήτε τινὰ σίτου ἐπιμελητὴν μήτε τροφῶν ἐπιστάτην ἕνα αἱρεῖσθαι. ἐπειδὴ δὲ τὰ πραχθέντα ἔμαθον, τῇ μὲν τοῦ Ἀντωνίου ἥττῃ ἔχαιρον, καὶ τάς τε στολὰς μετενέδυσαν καὶ ἱερομηνίας ἐπὶ ἑξήκοντα ἡμέρας ἤγαγον, τούς τε συνεξετασθέντας αὐτῷ πάντας ἔν τε πολεμίων μοίρᾳ ἐνόμισαν καὶ τὰς [p. 80] οὐσίας, ὥσπερ που καὶ τὴν αὐτοῦ ἐκείνου, ἀφειλοντο:

1 *)antwniei/ou Rk., a)ntwni/ou L.

2 krath/sei R. Steph., krath/shi L.

3 prokate/lusan (prokate/lusen' St., proskate/lusan L.

4 plei/w R. Steph., plei=on L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: