Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐρεχθεὺς πρὸς Εὔμολπον πολεμῶν ἔμαθε νικῆσαι, ἐὰν τὴν θυγατέρα προθύσῃ, καὶ συγκοινωνήσας τῇ γυναικὶ Πραξιθέᾳ προέθυσε τὴν
παῖδα. μέμνηται Εὐριπίδης ἐν Ἐρεχθεῖ.
Μάριος πρὸς Κίμβρους πόλεμον ἔχων καὶ
ἡττώμενος ὄναρ εἶδεν ὅτι νικήσει, ἐὰν τὴν θυγατέρα προθύσῃ: ἦν δ᾽ αὐτῷ Καλπουρνία: προκρίνας δὲ τῆς φύσεως τοὺς πολίτας ἔδρασε καὶ ἐνίκησε. καὶ ἔτι καὶ νῦν βωμοὶ εἰσὶ δύο ἐν Γερμανίᾳ, οἳ κατ᾽
ἐκεῖνον τὸν καιρὸν ἦχον σαλπίγγων ἀποπέμπουσιν