This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν
τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς
εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται: σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει.
Ἑρμῆς
ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων. εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι, εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν. Ζεύς
πολλοὶ συνίασιν: ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς. πωλῶμεν οὖν. Ἑρμῆς

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.