next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφοροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ προσποιούμενοι χαρίσασθαι τὰ ἀχάριστα, ἀλλὰ καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι: ἀσεβεῖς μέν, ὅτι παρέντες αἰνεῖν καὶ δοξάζειν τὸν μόνον τέλειον καὶ ἀγαθὸν θεόν, ἐξ οὗ τὰ πάντα καὶ δἰ οὗ τὰ πάντα καὶ εἰς ὃν τὰ πάντα, περιάπτουσι τούτου 1 τὸ γέρας ἀνθρώποις ἐν ἀσώτῳ καὶ βορβορώδει 2 βίῳ κυλινδουμένοις καὶ 3 τὸ κεφάλαιον ὑποκειμένοις 4 τῇ κρίσει τοῦ θεοῦ: ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθ̓ αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, δἰ ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἵδε προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, δἰ ὃν θαυμάζονται, παρασκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ [p. 272] τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου: τῷ γὰρ ὑψουμένῳ καὶ μεγαλυνομένῳ παραπέπηγεν 5 ἀντίστροφος πρὸς τὸ ταπεινὸν μεταβολὴ καὶ πτῶσις, ὡς θεῖος διδάσκει λόγος. ἐμοὶ δὲ φαίνεται μακρῷ φιλανθρωπότερον εἶναι τοῦ θεραπεύειν ἀνελευθέρως 6 τοὺς πλουτοῦντας καὶ ἐπαινεῖν 7 ἐπὶ κακῷ τὸ συναίρεσθαι τὴν ζωὴν καὶ 8 τὴν σωτηρίαν αὐτοῖς κατεργάζεσθαι 9 ἅπαντα τὸν δυνατὸν τρόπον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ 10 διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ 11 βραβεῖον τῆς αἰωνίου ζωῆς ἀναιρήσεται. δεῖται δὲ καὶ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ 12 πολιτεία διαθέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.

1 tou/tou Lindner: Stählin. (The bracketed sords and letters are to fill blank spaces in the MS.)

2 a)sw/tw| kai\ borborw/dei Lindner: Stählin.

3 kai\ Segaar.

4 u(pokeime/nois Combefis. u(pokei/menon MS.

5 parape/phgen from Antonii Melissa: missing from MS.

6 a)neleuqe/rws Fell.

7 kai\ e)painei=n Barnard.

8 th\n zwh\n kai\ Stählin.

9 katerga/zesqai Fell.

10 lo/gw| Segaar. le\gw MS.

11 to\ Stählin. ou(=tos MS.

12 h( inserted by Barnard.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: