Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
διὸ δὴ ἐμοί τε καὶ τοῖς πολλοῖς ἡμῶν
οὐδεπώποτε ἔδοξαν οὗτοι ἄνθρωποι εἶναι, ἀλλὰ δαίμονες
παλαμναῖοί τινες καὶ ὥσπερ οἱ ποιηταὶ λέγουσι
βροτολοιγὼ ἤστην, οἳ δὴ ἐπὶ κοινῆς βουλευσάμενοι
ὅπως ἅπαντα ἀνθρώπεια γένη τε καὶ ἔργα ὡς ῥᾷστα
[p. 80]
καὶ τάχιστα διαφθείρειν ἱκανοὶ εἶεν, ἀνθρώπειόν τε
ἠμπίσχοντο σχῆμα καὶ ἀνθρωποδαίμονες γεγενημένοι
τῷ τρόπῳ τούτῳ ξύμπασαν τὴν οἰκουμένην κατέσεισαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.