previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐμενὴς δὲ πυνθανόμενος προάγειν ἐπ᾽ αὐτὸν τοὺς πολεμίους ἤθροισε πανταχόθεν τὰς δυνάμεις καὶ μάλιστα τὴν ἱππικήν: τοῖς γὰρ πεζοῖς οὐ δυνάμενος ἐξισωθῆναι τῇ Μακεδονικῇ φάλαγγι κατεσκεύαζεν ἀξιόλογον σύστημα τῶν ἱππέων, δι᾽ ὧν ἤλπιζε κρατήσειν τῶν ἐναντίων. [2] ὡς δ᾽ ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις, μὲν Κρατερὸς συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ παρορμήσας εἰς τὸν ἀγῶνα τοῖς οἰκείοις λόγοις ἔφησε διδόναι τοῖς στρατιώταις, ἐὰν κρατήσωσι τῇ μάχῃ, διαρπάσαι τῶν πολεμίων πάσας τὰς ἀποσκευάς. [3] πάντων δὲ προθύμων γενομένων ἐξέταξε τὴν δύναμιν, τοῦ μὲν δεξιοῦ κέρατος αὐτὸς ἡγούμενος, τοῦ δ᾽ εὐωνύμου τὴν ἡγεμονίαν παραδοὺς Νεοπτολέμῳ. [4] εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους, ὧν ἦσαν οἱ πλείους Μακεδόνες, διαβεβοημένοι ταῖς ἀνδραγαθίαις, ἐν οἷς εἶχε μάλιστα τὰς ἐλπίδας τῆς νίκης: ἱππεῖς δὲ συνηκολούθουν πλείους τῶν δισχιλίων. [5] Εὐμενὴς δ᾽ εἶχε πεζοὺς μὲν δισμυρίους, παντοδαποὺς τοῖς γένεσιν, ἱππεῖς δὲ πεντακισχιλίους, δἰ ὧν τὸν κίνδυνον κρίνειν διεγνώκει. ἀμφοτέρων δὲ τοὺς ἱππεῖς διελομένων ἐπὶ τὰ κέρατα καὶ πολὺ πρὸ τῆς φάλαγγος προϊππευσάντων μὲν Κρατερὸς πρῶτος μετὰ τῶν ἐπιλέκτων ἐπιρράξας τοῖς πολεμίοις ἠγωνίσατο μὲν περιβλέπτως, σφαλέντος δὲ τοῦ ἵππου [p. 365] ἔπεσεν ἐπὶ τὴν γῆν, διὰ δὲ τὸν φυρμὸν καὶ τὴν πυκνότητα τῶν ἐφιππευόντων ἀγνοηθεὶς ὃς ἦν συνεπατήθη καὶ τὸν βίον ἀλόγως κατέστρεψεν. [6] τῇ δὲ τούτου τελευτῇ τῶν πολεμίων ἐπαρθέντων καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων πολὺς ἐγίνετο φόνος. καὶ τὸ μὲν δεξιὸν κέρας τοῦτον τὸν τρόπον θλιβόμενον ἠναγκάσθη καταφυγεῖν πρὸς τὴν τῶν πεζῶν φάλαγγα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: