previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἅμα δὲ τούτοις πραττομἐνοις καὶ τὸ λοιπὸν πλῆθος τῶν ἱππέων συμπεσὸν εἰς μάχην πολὺν ἐποίει φόνον. διὸ καὶ τῶν μὲν πιπτόντων, τῶν δὲ τραυματιζομένων τὸ μὲν πρῶτον ἰσόρροπος ἦν κίνδυνος, μετὰ ταῦτα δὲ φανερᾶς γενομένης τῆς τοῦ Νεοπτολέμου τελευτῆς καὶ τῆς ἐπὶ θατέρου κέρατος τροπῆς ἅπαντες πρὸς φυγὴν ὥρμησαν καὶ καθάπερ πρὸς τεῖχος ὀχυρὸν πρὸς τὴν τῶν πεζῶν φάλαγγα κατέφυγον. [2] δ᾽ Εὐμενὴς ἀρκεσθεὶς τῷ προτερήματι καὶ τῶν στρατηγικῶν σωμάτων ἀμφοτέρων κυριεύσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας. στήσας δὲ τρόπαιον καὶ τοὺς νεκροὺς θάψας διεπέμψατο πρὸς τὴν τῶν ἡττημένων φάλαγγα, παρακαλῶν ἑαυτῷ προσθέσθαι καὶ διδοὺς ἐξουσίαν ἑκάστοις ὅποι βούλονται τὴν ἀποχώρησιν ποιήσασθαι. [3] δεξαμένων δὲ τὰς διαλύσεις τῶν Μακεδόνων καὶ δόντων τὰς διὰ τῶν ὅρκων πίστεις ἔλαβον ἐξουσίαν ἔν τισι κώμαις πλησίον κειμέναις ἐπισιτίσασθαι καὶ παρεκρούσαντο τὸν Εὐμενῆ: ἀναλαβόντες γὰρ ἑαυτοὺς καὶ τὰς [p. 367] τροφὰς παρασκευασάμενοι νυκτὸς ἀπηλλάγησαν καὶ λαθραίως ἀπεχώρουν πρὸς τὸν Ἀντίπατρον. [4] δ᾽ Εὐμενὴς ἐπεβάλετο μὲν κολάσαι τὴν ἀθεσίαν τῶν παραβεβηκότων τοὺς ὅρκους καὶ διώκειν ἐκ ποδῶν τὴν φάλαγγα, οὐδὲν δὲ δυνάμενος πρᾶξαι διά τε τὰς ἀρετὰς τῶν ἀποχωρούντων καὶ διὰ τὴν ἐκ τῶν τραυμάτων ἐλάττωσιν ἀπέγνω τὸν διωγμόν. οὗτος μὲν οὖν ἐπιφανεῖ μάχῃ νικήσας καὶ δύο μεγάλους ἡγεμόνας ἀνελὼν μεγάλης ἔτυχε δόξης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: