previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Μακεδονίαν Πολυπέρχων τῶν βασιλέων ἐπιμελητὴς μετὰ τὴν ἀπαλλαγὴν τοῦ Κασάνδρου προεώρα μὲν τὸ μέγεθος τοῦ πρὸς Κάσανδρον ἐσομένου πολέμου, οὐδὲν δ᾽ ἄνευ τῆς τῶν φίλων γνώμης κρίνων πράττειν συνήγαγε τούς τε ἡγεμόνας ἅπαντας καὶ τῶν ἄλλων Μακεδόνων τοὺς ἀξιολογωτάτους. [2] φανεροῦ δ᾽ ὄντος ὅτι Κάσανδρος μὲν σωματοποιηθεὶς ὑπ᾽ Ἀντιγόνου τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀνθέξεται διὰ τὸ τὰς μὲν αὐτῶν πατρικαῖς φρουραῖς φυλάττεσθαι, τὰς δ᾽ ὑπ᾽ ὀλιγαρχιῶν διοικεῖσθαι, κυριευομένας ὑπὸ τῶν Ἀντιπάτρου φίλων καὶ ξένων, πρὸς δὲ τούτοις συμμαχήσειν τῷ Κασάνδρῳ Πτολεμαῖόν τε τὸν Αἰγύπτου κρατοῦντα καὶ Ἀντίγονον τὸν φανερῶς ἤδη γενόμενον ἀποστάτην τῶν βασιλέων, ἀμφοτέρους δὲ καὶ δυνάμεις μεγάλας καὶ χρημάτων ἔχειν πλῆθος, ἔτι δὲ πολλῶν ἐθνῶν καὶ πόλεων ἀξιολόγων κυριεύεινπροτεθείσης οὖν βουλῆς πῶς τούτοις πολεμητέον ἐστὶ καὶ πολλῶν καὶ ποικίλων λόγων περὶ τοῦ πολέμου ῥηθέντων ἔδοξεν αὐτοῖς τὰς μὲν κατὰ τὴν Ἑλλάδα πόλεις ἐλευθεροῦν, τὰς δ᾽ ἐν αὐταῖς ὀλιγαρχίας καθεσταμένας ὑπ᾽ Ἀντιπάτρου καταλύειν: [3] οὕτως γὰρ ἂν μάλιστα τὸν μὲν Κάσανδρον ταπεινώσειν, ἑαυτοῖς δὲ μεγάλην δόξαν καὶ πολλὰς συμμαχίας ἀξιολόγους περιποιήσειν. [4] εὐθὺς οὖν τοὺς ἀπὸ τῶν πόλεων παρόντας πρεσβευτὰς προσκαλεσάμενοι καὶ θαρρεῖν παρακαλέσαντες ἐπηγγείλαντο τὰς [p. 399] δημοκρατίας ἀποκαταστήσειν ταῖς πόλεσι καὶ τὸ κυρωθὲν δόγμα γράψαντες ἔδωκαν τοῖς πρεσβευταῖς, ὅπως κατὰ τάχος εἰς τὰς πατρίδας ἐπανελθόντες ἀπαγγείλωσι τοῖς δήμοις τὴν τῶν βασιλέων καὶ τῶν ἡγεμόνων εἰς τοὺς Ἕλληνας εὔνοιαν. ἦν δὲ τὸ διάγραμμα τοιοῦτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: