previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα δὲ προσαγαγόντες πρὸς τὴν ἔκβασιν πάλιν ἐπεχείρουν τοὺς Μακεδόνας πείθειν ἀποστῆσαι τὸν Εὐμενῆ τῆς στρατηγίας καὶ μὴ προάγειν καθ᾽ αὑτῶν ἄνδρα ξένον καὶ πλείστους Μακεδόνας ἀνῃρηκότα. [2] οὐδενὶ δὲ τρόπῳ τῶν περὶ τὸν Ἀντιγένη πειθομένων οἱ περὶ Σέλευκον προσπλεύσαντες πρός τινα διώρυγα παλαιὰν ἀνέρρηξαν τὴν ἀρχὴν αὐτῆς, ὑπὸ τοῦ χρόνου συγκεχωσμένην. περικλυσθείσης δὲ τῆς τῶν Μακεδόνων στρατοπεδείας καὶ πάντῃ τοῦ συνεχοῦς [p. 25] τόπου λιμνάσαντος ἐκινδύνευσεν ἅπαν ἀπολέσθαι τὸ στρατόπεδον ὑπὸ τῆς πλήμης. [3] ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἔμειναν ἐφ᾽ ἡσυχίας, ἀπορούμενοι πῶς χρηστέον τοῖς πράγμασι: τῇ δ᾽ ὑστεραίᾳ παραστησάμενοι τὰ κοντωτὰ πλοῖα, περὶ τριακόσια τὸν ἀριθμὸν ὄντα, διεβίβασαν τὸ κράτιστον τῆς δυνάμεως οὐδενὸς παρενοχλοῦντος κατὰ τὴν ἔκβασιν: οἱ γὰρ περὶ Σέλευκον ἱππεῖς μόνον εἶχον καὶ τούτους πολὺ τοῖς ἀριθμοῖς λειπομένους τῶν ἐναντίων. [4] νυκτὸς δὲ ἤδη καταλαμβανούσης Εὐμενὴς μὲν ἀγωνιῶν ὑπὲρ τῆς ἀποσκευῆς πάλιν εἰς τοὐπίσω διεβίβασε τοὺς Μακεδόνας, εἰσηγησαμένου δέ τινος τῶν ἐγχωρίων ἐπεβάλετό τινα τόπον ἀνακαθαίρειν, δι᾽ οὑ ῥᾴδιον ἦν ἀποστρέψαι τὴν διώρυγα καὶ βάσιμον κατασκευάσαι τὴν πλησίον χώραν. [5] δὴ συνιδόντες οἱ περὶ Σέλευκον καὶ βουλόμενοι τὴν ταχίστην αὐτοὺς ἐκ τῆς ἰδίας σατραπείας ἀπαλλάξαι πρέσβεις ἀπέστειλαν ὑπὲρ ἀνοχῶν, συγχωρήσαντες τὴν διάβασιν. εὐθὺ δὲ καὶ βυβλιαφόρους ἀπέστειλαν πρὸς Ἀντίγονον εἰς Μεσοποταμίαν, ἀξιοῦντες ἥκειν τὴν ταχίστην μετὰ τῆς δυνάμεως, πρὶν καταβῆναι τοὺς σατράπας μετὰ τῶν δυνάμεων. [6] Εὐμενὴς δὲ διαβὰς τὸν Τίγριν καὶ παραγενόμενος εἰς τὴν Σουσιανὴν εἰς τρία μέρη διεῖλε τὴν δύναμιν διὰ τὴν τοῦ σίτου σπάνιν. ἐπιπορευόμενος δὲ τὴν χώραν κατὰ μέρος σίτου μὲν παντελῶς ἐσπάνιζεν, ὄρυζαν δὲ καὶ σήσαμον καὶ φοίνικα διέδωκε τοῖς στρατιώταις, δαψιλῶς ἐχούσης [p. 26] τῆς χώρας τοὺς τοιούτους καρπούς. [7] πρὸς δὲ τοὺς ἐν ταῖς ἄνω σατραπείαις ἡγεμόνας ἦν μὲν καὶ πρότερον ἀπεσταλκὼς τὰς παρὰ τῶν βασιλέων ἐπιστολάς, ἐν αἷς ἦν γεγραμμένον πάντα πειθαρχεῖν Εὐμενεῖ, καὶ τότε δὲ βυβλιαφόρους ἀπέστειλεν, ἀξιῶν ἀπαντᾶν εἰς τὴν Σουσιανὴν ἅπαντας μετὰ τῶν ἰδίων δυνάμεων, καθ᾽ ὃν δὴ χρόνον συνέβη κἀκείνους ἠθροικέναι τὰ στρατόπεδα καὶ συνδεδραμηκέναι πρὸς ἀλλήλους δι᾽ ἑτέρας αἰτίας, ὑπὲρ ὧν ἀναγκαῖον προειπεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: