previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπ᾽ ἄρχοντος γὰρ Ἀθήνησι Δημογένους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Πλώτιον καὶ Μάνιον Φούλβιον, Ἀγαθοκλῆς δ᾽ Συρακόσιος τύραννος ἐγένετο τῆς πόλεως. ἕνεκα δὲ τοῦ σαφεστέρας γενέσθαι τὰς κατὰ μέρος πράξεις βραχέα προαναληψόμεθα περὶ τοῦ προειρημένου δυνάστου. [2] Καρκῖνος Ῥηγῖνος φυγὰς γενόμενος ἐκ τῆς πατρίδος κατῴκησεν ἐν Θέρμοις τῆς Σικελίας, τεταγμένης τῆς πόλεως ταύτης ὑπὸ Καρχηδονίους. ἐμπλακεὶς δὲ τῶν ἐγχωρίων τινὶ γυναικὶ καὶ ποιήσας αὐτὴν [p. 8] ἔγκυον συνεχῶς κατὰ τοὺς ὕπνους ἐταράττετο. [3] διόπερ ἀγωνιῶν ὑπὲρ τῆς παιδοποιίας ἔδωκεν ἐντολὰς Καρχηδονίοις τισὶ θεωροῖς ἀναγομένοις εἰς Δελφοὺς ἐπερωτῆσαι τὸν θεὸν περὶ τοῦ γεννηθησομένου βρέφους. ὧν ἐπιμελῶς τὸ παρακληθὲν πραξάντων ἐξέπεσε χρησμὸς ὅτι μεγάλων ἀτυχημάτων γεννηθεὶς αἴτιος ἔσται Καρχηδονίοις καὶ πάσῃ Σικελίᾳ. [4] δὴ πυθόμενος καὶ φοβηθεὶς ἐξέθηκε τὸ παιδίον δημοσίᾳ καὶ τοὺς τηρήσοντας ἵνα τελευτήσῃ παρακατέστησεν. διελθουσῶν δέ τινων ἡμερῶν τὸ μὲν οὐκ ἀπέθνησκεν, οἱ τεταγμένοι δ᾽ ἐπὶ τῆς φυλακῆς ὠλιγώρουν. [5] καθ᾽ ὃν δὴ χρόνον μήτηρ νυκτὸς παρελθοῦσα λάθρᾳ τὸ παιδίον ἀνείλετο καὶ πρὸς αὑτὴν μὲν οὐκ ἀπήνεγκε, φοβουμένη τὸν ἄνδρα, πρὸς δὲ τὸν ἀδελφὸν Ἡρακλείδην καταθεμένη προσηγόρευσεν Ἀγαθοκλέα, τὴν ὁμωνυμίαν εἰς τὸν ἑαυτῆς ἀνενέγκασα πατέρα. [6] παρ᾽ τρεφόμενος παῖς ἐξέβη τήν τε ὄψιν εὐπρεπὴς καὶ τὸ σῶμα εὔρωστος πολὺ μᾶλλον κατὰ τὴν ἡλικίαν. ἑπταετοῦς δ᾽ ὄντος αὐτοῦ παρακληθεὶς Καρκῖνος ὑφ᾽ Ἡρακλείδου πρός τινα θυσίαν καὶ θεασάμενος τὸν Ἀγαθοκλέα παίζοντα μετά τινων ἡλικιωτῶν ἐθαύμαζε τό τε κάλλος καὶ τὴν ῥώμην, τῆς τε γυναικὸς εἰπούσης ὅτι τηλικοῦτος ἂν ἦν ἐκτεθείς, εἴπερ ἐτράφη, μεταμέλεσθαί τε ἔφη τοῖς πραχθεῖσι καὶ συνεχῶς ἐδάκρυεν. [7] εἶθ᾽ μὲν γνοῦσα τὴν ὁρμὴν τἀνδρὸς συμφωνοῦσαν τοῖς πεπραγμένοις ἐξέθηκε πᾶσαν τὴν ἀλήθειαν. δ᾽ ἀσμένως προσδεξάμενος τοὺς λόγους τὸν μὲν υἱὸν ἀπέλαβε, [p. 9] τοὺς δὲ Καρχηδονίους φοβούμενος μετῴκησεν εἰς Συρακούσσας πανοίκιος: πένης δ᾽ ὢν ἐδίδαξε τὸν Ἀγαθοκλέα τὴν κεραμευτικὴν τέχνην ἔτι παῖδα τὴν ἡλικίαν ὄντα. [8] καθ᾽ ὃν δὴ χρόνον Τιμολέων μὲν Κορίνθιος νικήσας τὴν ἐπὶ τῷ Κρημισσῷ μάχην τοὺς Καρχηδονίους μετέδωκε τῆς ἐν Συρακούσσαις πολιτείας πᾶσι τοῖς βουλομένοις. δὲ Καρκῖνος μετ᾽ Ἀγαθοκλέους πολιτογραφηθεὶς καὶ μετὰ ταῦτα ὀλίγον βιώσας χρόνον ἐτελεύτησεν. [9] δὲ μήτηρ ἀνέθηκεν λιθίνην εἰκόνα τοῦ παιδὸς ἔν τινι τεμένει, πρὸς ἣν μελισσῶν ἑσμὸς προσκαθίσας ἐκηροπλάστησεν ἐπὶ τῶν ἰσχίων. τοῦ δὲ σημείου προσενεχθέντος τοῖς περὶ ταῦτ᾽ ἀσχολουμένοις ἀπεφήναντο πάντες κατὰ τὴν ἀκμὴν ἥξειν αὐτὸν εἰς μεγάλην ἐπιφάνειαν: ὅπερ καὶ συνετελέσθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: