previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ δὲ στρατόπεδον διὰ τὴν συνέχειαν τῶν κακῶν καὶ τὴν ὑπερβολὴν τῆς κακοπαθίας ἐν αἰτίαις εἶχε τὸν Ἀντίγονον, ὥστε φωνὰς προΐεσθαι δυσχερεῖς: ἐν ἡμέραις γὰρ τεσσαράκοντα τρισὶ μεγάλοις ἀτυχήμασι περιεπεπτώκεισαν. οὐ μὴν ἀλλὰ φιλανθρώπως ὁμιλήσας τοῖς στρατιώταις Ἀντίγονος καὶ κατασκευασάμενος δαψιλῆ χορηγίαν πάντων τῶν ἐπιτηδείων [p. 38] ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς κακοπαθίας. [2] Πίθωνα δ᾽ ἐξαπέστειλε κελεύσας περιελθεῖν πᾶσαν τὴν Μηδίαν καὶ συνάγειν ὡς πλείστους ἱππεῖς τε καὶ πολεμιστὰς ἵππους, ἔτι δὲ ὑποζυγίων πλῆθος. [3] τῆς δὲ χώρας ταύτης ἀεὶ τετραπόδων γεμούσης ῥᾳδίως τὸ παραγγελθὲν συντελέσας Πίθων ἧκεν ἄγων ἱππεῖς μὲν δισχιλίους, ἵππους δὲ σὺν ταῖς κατασκευαῖς πλείους χιλίων, τῶν δ᾽ ὑποζυγίων τοσοῦτον ἀριθμὸν ὥστε δύνασθαι καθοπλίσαι πᾶν τὸ στρατόπεδον, καὶ προσέτι τάλαντα πεντακόσια τῶν βασιλικῶν χρημάτων. [4] δ᾽ Ἀντίγονος τοὺς μὲν ἱππεῖς εἰς τάξεις κατέστησε, τοὺς δ᾽ ἵππους τοῖς ἀπολωλεκόσι διαδοὺς καὶ τὸ πλῆθος τῶν ὑποζυγίων διαχαρισάμενος ἀνεκτήσατο τὴν παρὰ τῶν στρατιωτῶν εὔνοιαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: