previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῦ δ᾽ Ἀντιγόνου καθ᾽ ὁδὸν ὄντος οἱ τοῦ Πίθωνος φίλοι καὶ μετεσχηκότες τῆς ἐπιβουλῆς, ὧν ἦσαν ἐπιφανέστατοι Μελέαγρος καὶ Μενοίτας, ἤθροισαν τοὺς πλανωμένους τῶν Εὐμενοῦς τε καὶ Πίθωνος συνήθων, εἰς ὀκτακοσίους ἱππεῖς. [2] καὶ τὸ μὲν πρῶτον τὴν χώραν ἐλεηλάτουν τῶν μὴ βουλομένων συναφίστασθαι Μήδων, μετὰ δὲ ταῦτα πυθόμενοι καταπεφρονηκότως στρατοπεδεύειν [p. 76] τόν τε Ἱππόστρατον καὶ τὸν Ὀροντοβάτην ἐπέθεντο νυκτὸς τῇ παρεμβολῇ. καὶ παρ᾽ ὀλίγον μὲν ἐκράτησαν τῆς ἐπιβολῆς, ὑπὸ δὲ τοῦ πλήθους κατισχυόμενοι καί τινας τῶν στρατιωτῶν πείσαντες συναποστῆναι πάλιν ἀπεχώρησαν. [3] εὔζωνοι δ᾽ ὄντες καὶ πάντες ἵπποις χρώμενοι τάς τε καταδρομὰς ἀπροσδοκήτους ἐποιοῦντο καὶ τὴν χώραν ταραχῆς ἐπλήρωσαν. μετὰ δέ τινα χρόνον συγκλεισθέντες εἴς τινα τόπον κρημνοῖς περιεχόμενον οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δ᾽ ἐζωγρήθησαν. [4] τῶν δὲ ἡγεμόνων Μελέαγρος καὶ Ὀκράνης Μῆδος καί τινες τῶν ἀξιολόγων ἀνδρῶν ὑποστάντες ἀνῃρέθησαν. καὶ τὰ μὲν περὶ τοὺς ἀποστάντας ἐν Μηδίᾳ τοιαύτην ἔσχε τὴν κατάστασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: