previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ ταῦτα δ᾽ ὄντων τῶν Ἀκραγαντίνων τῶν ἐν ταῖς Συρακούσσαις καταλελειμμένων στρατιωτῶν ὑπ᾽ Ἀγαθοκλέους καταλαβόμενοί τινες τὴν Ἐχέτλαν ἐπόρθουν τήν τε Λεοντίνην καὶ Καμαριναίαν. [2] κακῶς οὖν πασχουσῶν τῶν πόλεων διὰ τὸ τὴν χώραν δῃοῦσθαι καὶ τοὺς καρποὺς ἅπαντας διαφθείρεσθαι ἐμβαλὼν εἰς τοὺς τόπους Ξενόδικος Λεοντίνους μὲν καὶ Καμαριναίους ἀπήλλαξε τοῦ πολέμου, τὴν δ᾽ Ἐχέτλαν χωρίον ὀχυρὸν ἐκπολιορκήσας τοῖς μὲν πολίταις τὴν δημοκρατίαν ἀποκατέστησε, τοὺς δὲ Συρακοσίους κατεπλήξατο: καθόλου δ᾽ ἐπιπορευόμενος τά τε φρούρια καὶ τὰς πόλεις ἠλευθέρου τῆς τῶν Καρχηδονίων ἐπιστασίας. [3] ἅμα δὲ τούτοις πραττομένοις Συρακόσιοι πιεζούμενοι τῇ σιτοδείᾳ καὶ πυνθανόμενοι σιτηγὰ πλοῖα μέλλοντα ποιεῖσθαι πλοῦν ἐπὶ Συρακούσσας ἐπλήρουν τριήρεις εἴκοσι, τηρήσαντες δὲ τοὺς ἐφορμεῖν εἰωθότας βαρβάρους ἀφυλάκτους ὄντας ἔλαθον ἐκπλεύσαντες καὶ παρακομισθέντες εἰς τοὺς Μεγαρεῖς ἐπετήρουν τὸν τῶν [p. 219] ἐμπόρων κατάπλουν. [4] μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων τριάκοντα ναυσὶν ἐκπλευσάντων ἐπ᾽ αὐτοὺς τὸ μὲν πρῶτον ἐπεβάλοντο ναυμαχεῖν, ταχὺ δὲ πρὸς τὴν γῆν ἐκδιωχθέντες ἐξεκολύμβησαν πρός τινα ναὸν Ἥρας. [5] γενομένης οὖν μάχης περὶ τῶν σκαφῶν καὶ τῶν Καρχηδονίων ἐπιβαλλόντων σιδηρᾶς χεῖρας καὶ βιαιότερον ἀποσπώντων ἀπὸ τῆς γῆς δέκα μὲν τριήρεις ἑάλωσαν, τὰς δ᾽ ἄλλας ἐκ τῆς πόλεως ἐπιβοηθήσαντές τινες διέσωσαν. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), AGRIGENTUM
    • Dictionary of Greek and Roman Geography (1854), ECHETLA
    • Dictionary of Greek and Roman Geography (1854), LEONTI´NI
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: