previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαθοκλῆς γὰρ πυθόμενος τοὺς προειρημένους δυνάστας ἀνῃρημένους διάδημα καὶ νομίζων μήτε δυνάμεσι μήτε χώρᾳ μήτε τοῖς πραχθεῖσι λείπεσθαι τούτων ἑαυτὸν ἀνηγόρευσε βασιλέα. καὶ διάδημα μὲν οὐκ ἔκρινεν ἔχειν: ἐφόρει γὰρ αἰεὶ στέφανον, ὃν κατὰ τὴν ἐπίθεσιν τῆς τυραννίδος ἔκ τινος ἱερωσύνης περικείμενος οὐκ ἀπέθετο περὶ τῆς δυναστείας ἀγωνιζόμενος: ἔνιοι δέ φασιν αὐτὸν ἐπιτετηδεῦσθαι τοῦτον ἐξ ἀρχῆς φορεῖν ἐπὶ τῷ μὴ λίαν αὐτὸν εὐχαίτην εἶναι. [2] οὐ μὴν ἀλλὰ τῆς προσηγορίας ταύτης ἄξιόν τι σπεύδων πρᾶξαι ἐπὶ μὲν Ἰτυκαίους ἐστράτευσεν ἀφεστηκότας: ἄφνω δ᾽ αὐτῶν τῇ πόλει προσπεσὼν καὶ τῶν ἐπὶ τῆς χώρας ἀπειλημμένων πολιτικῶν ζωγρήσας εἰς τριακοσίους τὸ μὲν πρῶτον διδοὺς ἄφεσιν τῶν ἐγκλημάτων ἠξίου παραδιδόναι τὴν πόλιν: οὐ προσεχόντων δὲ τῶν ἔνδον συνεπήγνυε μηχανὴν καὶ κρεμάσας ἐπ᾽ αὐτῇ τοὺς αἰχμαλώτους προσήγαγε τοῖς τείχεσιν. [3] οἱ δ᾽ Ἰτυκαῖοι τοὺς μὲν ἠτυχηκότας ἠλέουν, πλείονα δὲ λόγον τῆς τῶν ἁπάντων ἐλευθερίας τῆς ἐκείνων σωτηρίας ποιούμενοι διέλαβον τὰ τείχη τοῖς στρατιώταις καὶ τὴν πολιορκίαν εὐγενῶς ὑπέμενον. [4] εἶθ᾽ μὲν Ἀγαθοκλῆς ἐπιστήσας τῇ μηχανῇ τούς τε ὀξυβελεῖς καὶ σφενδονήτας [p. 254] καὶ τοξότας ἀπὸ ταύτης ἀγωνιζόμενος ἤρχετο τῆς πολιορκίας καὶ ταῖς ψυχαῖς τῶν ἔνδον ὥσπερ καυτήριά τινα προσῆγεν: [5] οἱ δ᾽ ἐπὶ τῶν τειχῶν ἑστῶτες τὸ μὲν πρῶτον ὤκνουν τοῖς βέλεσι χρήσασθαι, προκειμένων αὐτοῖς σκοπῶν πολιτικῶν ἀνδρῶν, ὧν ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων: ἐπικειμένων δὲ τῶν πολεμίων βαρύτερον ἠναγκάζοντο τοὺς ἐπὶ τῆς μηχανῆς ὄντας ἀμύνεσθαι. [6] ἔνθα δὴ συνέβαινε γίνεσθαι παράλογα πάθη τοῖς Ἰτυκαίοις καὶ τύχης ἐπηρεασμὸν ἐν ἀνάγκαις κειμένοις ἀνεκφεύκτοις: προβεβλημένων γὰρ τῶν Ἑλλήνων τοὺς ἡλωκότας τῶν ἐξ Ἰτύκης ἀναγκαῖον ἦν τούτων φειδομένους περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα τῇ πόλει βοηθοῦντας ἀνηλεῶς φονεῦσαι πλῆθος πολιτῶν ἠτυχηκότων. [7] ὅπερ καὶ συνέβη γενέσθαι: ἀμυνόμενοι γὰρ τοὺς πολεμίους καὶ παντοίοις βέλεσι χρώμενοι καὶ τὰ τῶν ἐφεστηκότων τῇ μηχανῇ σώματα κατῃκίσαντο καὶ τινὰς μὲν τῶν κρεμαμένων πολιτῶν κατηκόντισαν, τινὰς δὲ τοῖς ὀξυβελέσι πρὸς τῇ μηχανῇ προσκαθήλωσαν καθ᾽ οὕς ποτε τύχοι τοῦ σώματος τόπους, ὥστε σταυρῷ παραπλησίαν εἶναι τὴν ὕβριν ἅμα καὶ τὴν τιμωρίαν. καὶ ταῦτ᾽ ἐγίνετό τισιν ὑπὸ συγγενῶν φίλων, εἰ τύχοι, τῆς ἀνάγκης οὐ πολυπραγμονούσης τι τῶν παρ᾽ ἀνθρώποις ὁσίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: