previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

95.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Νικοφήμου τὴν ὑπατικὴν ἀρχὴν ἐν Ῥώμῃ διέλαβε Γάιος Σολπίκιος καὶ Γάιος Λικίνιος. ἐπὶ δὲ τούτων Ἀλέξανδρος μὲν Φερῶν τύραννος λῃστρίδας ναῦς ἐκπέμψας ἐπὶ τὰς Κυκλάδας νήσους, τινὰς μὲν ἐκπολιορκήσας πολλῶν σωμάτων ἐκυρίευσεν, εἰς δὲ τὴν Πεπάρηθον ἀποβιβάσας μισθοφόρους στρατιώτας ἐπολιόρκει τὴν πόλιν. [2] Ἀθηναίων δὲ βοηθησάντων τοῖς Πεπαρηθίοις, καὶ στρατηγὸν Λεωσθένην ἀπολιπόντων, ἐπέθετο τοῖς Ἀθηναίοις: ἐτύγχανον δ᾽ οὗτοι παραφυλάττοντες τοὺς ἐν τῷ Πανόρμῳ διατρίβοντας τῶν Ἀλεξάνδρου στρατιωτῶν. ἀπροσδοκήτως δὲ ἐπιθεμένων τῶν τοῦ δυνάστου, παράδοξος εὐημερία περὶ τὸν Ἀλέξανδρον ἐγένετο. οὐ μόνον γὰρ τοὺς ἀπεσταλμένους ἐν τῷ Πανόρμῳ διέσωσεν ἐκ τῶν μεγίστων κινδύνων, ἀλλὰ καὶ τριήρεις μὲν Ἀττικὰς πέντε, μίαν δὲ Πεπαρηθίαν εἷλε, καὶ σωμάτων ἐκυρίευσεν ἑξακοσίων. [3] οἱ δ᾽ Ἀθηναῖοι παροξυνθέντες τοῦ μὲν Λεωσθένους ὡς προδότου θάνατον κατέγνωσαν καὶ τὴν οὐσίαν ἐδήμευσαν, ἑλόμενοι δὲ στρατηγὸν Χάρητα καὶ ναυτικὴν δύναμιν δόντες ἐξέπεμψαν. οὗτος δὲ τοὺς μὲν πολεμίους εὐλαβούμενος, τοὺς δὲ συμμάχους ἀδικῶν διετέλει. καταπλεύσας γὰρ εἰς Κόρκυραν συμμαχίδα πόλιν, στάσεις ἐν αὐτῇ μεγάλας ἐκίνησεν, ἐξ ὧν συνέπεσε γενέσθαι σφαγὰς πολλὰς καὶ ἁρπαγάς, δι᾽ ἃς συνέβη τὸν δῆμον τῶν Ἀθηναίων διαβληθῆναι παρὰ τοῖς συμμάχοις. μὲν οὖν Χάρης καὶ ἕτερα τοιαῦτα παρανομῶν ἀγαθὸν μὲν οὐδὲν διεπράξατο, τῇ δὲ πατρίδι διαβολάς. [4]

τῶν δὲ συγγραφέων Διονυσόδωρος καὶ Ἄναξις οἱ Βοιωτοὶ τὴν τῶν Ἑλληνικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατεστρόφασι τὰς συντάξεις. ἡμεῖς δὲ τὰς πρὸ Φιλίππου τοῦ βασιλέως πράξεις διεληλυθότες, ταύτην μὲν τὴν βύβλον κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν αὐτοῦ περιγράφομεν, τὴν δ᾽ ἐχομένην ἀπὸ τῆς Φιλίππου παραλήψεως τῆς βασιλείας ἀρξάμενοι πάσας διέξιμεν τὰς τοῦ βασιλέως τούτου πράξεις μέχρι τῆς τελευτῆς, συμπεριλαμβάνοντες καὶ τὰς ἄλλας τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: