previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. δὲ βασιλεὺς ἐν τρισὶ ταῖς πάσαις ἡμέραις ἑτοιμασάμενος τὰ πρὸς τὴν πολιορκίαν τὰς δυνάμεις διείλετο εἰς τρία μέρη καὶ τὸ μὲν τοῖς χαρακώμασι τοῖς πρὸ τῆς πόλεως κατεσκευασμένοις προσβάλλειν ἔταξε, τὸ δὲ τοῖς Θηβαίοις ἀντιτάττεσθαι, τὸ δὲ τρίτον ἐφεδρεύειν τῷ πονοῦντι μέρει τῆς δυνάμεως καὶ διαδέχεσθαι τὴν μάχην. [2] οἱ δὲ Θηβαῖοι τοὺς μὲν ἱππεῖς ἐντὸς τοῦ χαρακώματος ἔταξαν, τοὺς δ᾽ ἐλευθερωθέντας οἰκέτας καὶ τοὺς φυγάδας καὶ τοὺς μετοίκους τοῖς πρὸς τὰ τείχη βιαζομένοις ἀντέταξαν, αὐτοὶ δὲ τοῖς μετὰ τοῦ βασιλέως Μακεδόσι πολλαπλασίοις οὖσι συνάπτειν μάχην πρὸ τῆς πόλεως ἡτοιμάζοντο. [3] τέκνα δὲ καὶ γυναῖκες συνέτρεχον εἰς τὰ ἱερὰ καὶ τοὺς θεοὺς ἱκέτευον σῶσαι τὴν πόλιν ἐκ τῶν κινδύνων. ὡς δ᾽ ἤγγισαν οἱ Μακεδόνες καὶ τοῖς τεταγμένοις μέρεσιν ἕκαστοι προσέπεσον, αἱ μὲν σάλπιγγες ἐσήμαινον τὸ πολεμικόν, αἱ δὲ παρ᾽ ἀμφοτέροις δυνάμεις ὑφ᾽ ἕνα καιρὸν συνηλάλαξαν καὶ τὰ κοῦφα τῶν βελῶν ἐπὶ τοὺς πολεμίους ἔβαλον. [4] ταχὺ δὲ τούτων ἐξαναλωθέντων καὶ πάντων εἰς τὴν ἀπὸ τοῦ ξίφους μάχην συμπεσόντων μέγας ἀγὼν συνίστατο. οἱ μὲν γὰρ Μακεδόνες διὰ τὸ πλῆθος τῶν ἀνδρῶν καὶ τὸ βάρος τῆς φάλαγγος δυσυπόστατον εἶχον τὴν βίαν, οἱ δὲ Θηβαῖοι ταῖς τῶν σωμάτων ῥώμαις ὑπερέχοντες καὶ τοῖς ἐν τοῖς γυμνασίοις συνεχέσιν ἀθλήμασιν, ἔτι δὲ τῷ παραστήματι τῆς ψυχῆς πλεονεκτοῦντες ἐνεκαρτέρουν τοῖς δεινοῖς. [5] διὸ καὶ παρ᾽ ἀμφοτέροις πολλοὶ μὲν κατετιτρώσκοντο, οὐκ ὀλίγοι δ᾽ ἔπιπτον ἐναντίας λαμβάνοντες πληγάς. ὁμοῦ δ᾽ ἦν κατὰ τὰς ἐν τοῖς ἀγῶσι συμπλοκὰς μυγμὸς καὶ βοὴ καὶ παρακελευσμός, παρὰ μὲν τοῖς Μακεδόσι μὴ καταισχῦναι τὰς προγεγενημένας ἀνδραγαθίας, παρὰ δὲ τοῖς Θηβαίοις μὴ περιιδεῖν τέκνα καὶ γυναῖκας καὶ γονεῖς ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύοντας καὶ τὴν πατρίδα πανοίκιον ὑπὸ τοὺς Μακεδόνων θυμοὺς ὑποπεσοῦσαν, μνησθῆναι δὲ τῆς ἐν Λεύκτροις καὶ ἐν Μαντινείᾳ μάχης καὶ τῶν παρὰ πᾶσι περιβοήτων ἀνδραγαθημάτων. ἐπὶ πολὺν μὲν οὖν χρόνον ἰσόρροπος ἦν μάχη διὰ τὴν ὑπερβολὴν τῆς τῶν ἀγωνιζομένων ἀνδρείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: