previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

73.

Ἀλέξανδρος δὲ ἀπὸ τούτων γενόμενος τὰς κατὰ τὴν Περσίδα πόλεις ἐπῆλθεν καὶ τὰς μὲν βίᾳ χειρωσάμενος, τὰς δὲ διὰ τὴν ἰδίαν ἐπιείκειαν προσαγόμενος ἀνέζευξεν ἐπὶ τὸν Δαρεῖον. [2] οὗτος δ᾽ ἐπεβάλετο μὲν ἀθροίζειν τὰς ἐκ τῆς Βακτριανῆς καὶ τῶν ἄλλων σατραπειῶν δυνάμεις, καταταχούμενος δὲ καὶ μετὰ τρισμυρίων Περσῶν τε καὶ μισθοφόρων Ἑλλήνων τὴν φυγὴν εἰς Βάκτρα ποιούμενος ὑπὸ Βήσσου τοῦ Βάκτρων σατράπου κατὰ τὴν ἀναχώρησιν συλληφθεὶς ἐδολοφονήθη. [3] ἄρτι δ᾽ αὐτοῦ τετελευτηκότος Ἀλέξανδρος μετὰ τῶν ἱππέων ἐπιδιώκων καὶ τὸν Δαρεῖον τετελευτηκότα καταλαβὼν τῆς βασιλικῆς ταφῆς ἠξίωσεν. [4] ὡς δ᾽ ἔνιοι γεγράφασιν, ἔμπνουν ἔτι καταλαβὼν τοῖς μὲν ἀτυχήμασιν αὐτοῦ συνήλγησε, παρακληθεὶς δὲ ὑπὸ τοῦ Δαρείου μετελθεῖν τὸν φόνον καὶ καθομολογήσας ἐδίωξε τὸν Βῆσσον. ἐκείνου δὲ πολὺ προειληφότος καὶ συμφυγόντος εἰς τὴν Βακτριανὴν ἐπανῆλθεν ἀπογνοὺς τὸν τῶν πολεμίων διωγμόν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν. [5]

κατὰ δὲ τὴν Εὐρώπην Λακεδαιμόνιοι μὲν ἐπταικότες μεγάλῃ παρατάξει διὰ τὴν συμφορὰν ἠναγκάσθησαν διαπρεσβεύεσθαι πρὸς Ἀντίπατρον: ἐκείνου δὲ ἐπὶ τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον τὴν ἀπόκρισιν ἀποστείλαντος οἱ μὲν σύνεδροι συνήχθησαν εἰς Κόρινθον καὶ πολλῶν ῥηθέντων λόγων πρὸς ἑκάτερον μέρος ἔδοξεν αὐτοῖς ἀκέραιον τὴν κρίσιν ἐπὶ τὸν Ἀλέξανδρον ἀναπέμψαι. [6] μὲν οὖν Ἀντίπατρος ὁμήρους ἔλαβε τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν πεντήκοντα, οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις ἐξέπεμψαν εἰς τὴν Ἀσίαν,ἀξιοῦντες αὑτοῖς δοῦναι συγγνώμην ἐπὶ τοῖς ἠγνοημένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: