Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
καὶ τὰ μὲν περὶ τἄλλ᾽ οὐκ ἄξιον ἐξετάσαι νῦν: ἀλλ᾽ ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει ὡς οὐ δεῖ ληρεῖν οὐδὲ γράφειν πόλεμον, παραθεὶς εὐθέως ἑξῆς τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν μεγάλην δύναμιν ὡς χαλεπόν, καὶ ‘διαρπάζειν τινὲς τὰ χρήματα βούλονται,’ καὶ ἄλλους λόγους ὡς οἷόν τ᾽ ἀληθεστάτους λέγουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.