Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[161]
οὐκ Αἴγυπτος μὲν αὐτοῦ καὶ Κύπρος ἀφέστηκε, Φοινίκη δὲ καὶ Συρία διὰ τὸν πόλεμον ἀνάστατοι γεγόνασι, Τύρος δ᾽, ἐφ᾽ ᾗ μέγ᾽ ἐφρόνησεν, ὑπὸ τῶν ἐχθρῶν τῶν ἐκείνου κατείληπται; τῶν δ᾽ ἐν Κιλικίᾳ πόλεων τὰς μὲν πλείστας οἱ μεθ᾽ ἡμῶν ὄντες ἔχουσι, τὰς δ᾽ οὐ χαλεπόν ἐστι κτήσασθαι. Λυκίας δ᾽ οὐδεὶς πώποτε Περσῶν ἐκράτησεν.