Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[102]
ἔπειτ᾽ εἰ μὲν ἄλλοι τινὲς τῶν αὐτῶν πραγμάτων πραότερον ἐπεμελήθησαν, εἰκότως ἂν ἡμῖν ἐπιτιμῷεν: εἰ δὲ μήτε τοῦτο γέγονε μήθ᾽ οἷόν τ᾽ ἐστὶ τοσούτων πόλεων τὸ πλῆθος κρατεῖν, ἤν μή τις κολάζῃ τοὺς ἐξαμαρτάνοντας, πῶς οὐκ ἤδη δίκαιόν ἐστιν ἡμᾶς ἐπαινεῖν, οἵ τινες ἐλαχίστοις χαλεπήναντες πλεῖστον χρόνον τὴν ἀρχὴν κατασχεῖν ἠδυνήθημεν;