previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα λέβητα Θεσπρώτιον τρίποδα Κιρραῖον Δωδωναῖον χαλκεῖον: γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυῒ μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε. σεσίγηται γοῦν Κασταλίας πηγὴ καὶ Κολοφῶνος ἄλλη πηγή, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα [p. 28] μαντικὰ καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μέν, ὅμως δ̓ οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις. διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντικῆς, μᾶλλον δὲ μανικῆς, τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον, τὸν Πύθιον, τὸν Διδυμέα, τὸν Ἀμφιάρεω, τὸν % Ἀπόλλω, 1 τὸν Ἀμφίλοχον, εἰ δὲ βούλει, καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς: στῆσον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον τοὺς ἀλευρομάντεις ἄγων καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμημένους ἐγγαστριμύθους: ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδιδόσθων. μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια: συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπὸ ἀνθρώπων διδασκόμενοι. Τί δ̓ εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ ἐξορχήσομαι μέν, ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεούς, ὧν αἱ τελεταὶ αἱ 2 μυστικαί, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς [p. 30] τῆς ἀληθείας ἐκκυκλήσω θεαταῖς. Διόνυσον μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομανίαν ἄγοντες καὶ τελίσκουσι τὰς κρεονομίας τῶν φόνων ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὐάν, Εὔαν ἐκείνην, δἰ ἣν πλάνη παρηκολούθησεν: καὶ σημεῖον ὀργίων βακχικῶν ὄφις ἐστὶ τετελεσμένος. αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φωνὴν τὸ ὄνομα τὸ Ἕυια δασυνόμενον ἑρμηνεύεται ὄφις θήλεια: Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδουχεῖ. Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον: εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος: ὑμῶν δεδόξασται τὰ μυστήρια ἐπιτυμβίῳ τιμῇ. πάρεστι δὲ καὶ ἄλλως μυθήριά σοι νοεῖν ἀντιστοιχούντων τῶν γραμμάτων τὰ μυστήρια: θηρεύουσι γὰρ εἰ καὶ ἄλλοι τινές, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας. ὄλοιτο οὖν τῆσδε ἄρξας τῆς ἀπάτης ἀνθρώποις, εἴτε Δάρδανος, Μητρὸς θεῶν καταδείξας τὰ μυστήρια, εἴτε Ἠετίων, τὰ Σαμοθρᾴκων ὄργια καὶ τελετὰς [p. 32] ὑποστησάμενος, εἴτε Φρὺξ ἐκεῖνος Μίδας, παρὰ τοῦ Ὀδρύσου μαθών, ἔπειτα διαδοὺς τοῖς ὑποτεταγμένοις ἔντεχνον ἀπάτην. οὐ γάρ με Κύπριος νησιώτης Κινύρας παραπείσαι ποτ̓ ἄν, τὰ περὶ τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρνην πολίτιδα. Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς Δηοῦς ἑορτάς, πένθος ὑμνούμενον. τούτους ἔγωγ̓ ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαιμονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια. Ἤδη δέ, καὶ γὰρ καιρός, αὐτὰ ὑμῶν τὰ ὄργια ἐξελέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα. καὶ εἰ μεμύησθε, ἐπιγελάσεσθε μᾶλλον τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμωμένοις. ἀγορεύσω δὲ ἀναφανδὸν τὰ κεκρυμμένα, οὐκ αἰδούμενος λέγειν προσκυνεῖν οὐκ αἰσχύνεσθε. μὲν οὖνἀφρογενήςτε καὶκυπρογενής,’ Κινύρᾳ φίλη ῾τὴν Ἀφροδίτην λέγω, τὴνφιλομηδέα, ὅτι μηδέων ἐξεφαάνθη,’ μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων̓, ὡς ἀσελγῶν ὑμῖν μορίων ἄξιος Ἀφροδίτη 3 γίνεται καρπός, ἐν ταῖς τελεταῖς ταύτης τῆς πελαγίας ἡδονῆς τεκμήριον τῆς γονῆς ἁλῶν χόνδρος καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδίδοται: νόμισμα δὲ εἰσφέρουσιν αὐτῇ οἱ μυούμενοι, ὡς ἑταίρᾳ ἐρασταί. [p. 34] Δηοῦς δὲ μυστήρια αἱ 4 Διὸς πρὸς μητέρα Δήμητρα ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις ῾οὐκ οἷδ̓ τι φῶ λοιπόν, μητρὸς γυναικός᾿ τῆς Δηοῦς, ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται, καὶ 5 ἱκετηρίαι Διὸς καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουργίαι: ταὐτὰ οἱ Φρύγες τελίσκουσιν Ἄττιδι καὶ Κυβέλῃ καὶ Κορύβασιν: τεθρυλήκασιν δὲ ὡς ἄρα ἀποσπάσας Ζεὺς τοῦ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δηοῦς, τιμωρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων, ὡς ἑαυτὸν δῆθεν ἐκτεμών. τὰ σύμβολα τῆς μυήσεως ταύτης ἐκ περιουσίας παρατεθέντα οἷδ̓ ὅτι κινήσει γέλωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους: ‘ἐκ τυμπάνου ἔφαγον: ἐκ κυμβάλου ἔπιον: ἐκερνοφόρησα: ὑπὸ τὸν παστὸν ὑπέδυν.’ ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; οὐ χλεύη τὰ μυστήρια; τί δ̓ εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κυεῖ μὲν Δημήτηρ, ἀνατρέφεται δὲ Κόρη, μίγνυται δ̓ αὖθις γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερεφάττῃ, τῇ ἰδίᾳ θυγατρί, μετὰ τὴν μητέρα τὴν Δηώ, ἐκλαθόμενος τοῦ προτέρου μύσους ῾πατὴρ καὶ φθορεὺς κόρης Ζεύς 6᾿ καὶ μίγνυται δράκων γενόμενος, ὃς ἦν, ἐλεγχθείς. Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις διὰ κόλπου θεός: δράκων δέ ἐστιν οὗτος, διελκόμενος τοῦ κόλπου τῶν τελουμένων, ἔλεγχος ἀκρασίας [p. 36] Διός. κυεῖ καὶ Φερέφαττα παῖδα ταυρόμορφον: ἀμέλει, φησί τις ποιητὴς εἰδωλικός, ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων, ἐν ὄρει τὸ κρύφιον, βουκόλος, τὸ κεντρίον, 7 βουκολικόν, οἶμαι, 8 κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι. βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί 9 σοι καὶ τὸν κάλαθον καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀιδωνέως καὶ τὸ χάσμα 10 τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖς, 11δἰ ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσιν; ταύτην τὴν μυθολογίαν αἱ γυναῖκες ποικίλως κατὰ πόλιν ἑορτάζουσι, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητοφόρια, πολυτρόπως τὴν Φερεφάττης ἐκτραγῳδοῦσαι ἁρπαγήν. Τὰ γὰρ Διονύσου μυστήρια τέλεον ἀπάνθρωπα: ὃν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν, οὗτοι δὴ οἱ Τιτᾶνες διέσπασαν, ἔτι νηπίαχον ὄντα, ὡς τῆς Τελετῆς ποιητὴς Ὀρφεύς φησιν Θρᾴκιος: κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια, μῆλά τε χρύσεα καλὰ παῤ Ἑσπερίδων λιγυφώνων. καὶ τῆσδε ὑμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σύμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι: ἀστράγαλος, [p. 38] σφαῖρα, στρόβιλος, μῆλα, ῥόμβος, ἔσοπτρον, πόκος. Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου ὑφελομένη Παλλὰς ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη: οἱ δὲ Τιτᾶνες, οἱ καὶ διασπάσαντες αὐτόν, λέβητά τινα τρίποδι ἐπιθέντες καὶ τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη, καθήψουν πρότερον: ἔπειτα ὀβελίσκοις περιπείραντεςὑπείρεχον Ἡφαίστοιο.’ Ζεὺς δὲ ὕστερον ἐπιφανείς ῾εἰ θεὸς ἦν, τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβών, ἧς δὴ τὸγέρας λαχεῖνὁμολογοῦσιν ὑμῶν οἱ θεοἴ κεραυνῷ τοὺς Τιτᾶνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται καταθάψαι. δέ, οὐ γὰρ ἠπείθησε Διί, εἰς τὸν Παρνασσὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν. Εἰ θέλεις δ̓ ἐποπτεῦσαι καὶ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην καὶ καταστέψαντε ἐθαψάτην, φέροντες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τὰς ὑπωρείας τοῦ Ὀλύμπου. καὶ ταῦτ̓ ἔστι τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ τάφοι: οἱ δὲ ἱερεῖς οἱ τῶνδε, οὓς Ἀνακτοτελεστὰς οἷς μέλον καλεῖν καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ, ὁλόριζον ἀπαγορεύοντες σέλινον ἐπὶ τραπέζης τιθέναι: οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος τοῦ Κορυβαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι: ὥσπερ ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τῆς ῥοιᾶς τοὺς κόκκους παραφυλάττουσιν ἐσθίειν τοὺς ἀποπεπτωκότας [p. 40] χαμαί, ἐκ τῶν τοῦ Διονύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσαι 12 τὰς ῥοιάς. Καβείρους δὲ τοὺς Κορύβαντας καλοῦντες καὶ τελετὴν Καβειρικὴν καταγγέλλουσιν: αὐτὼ γὰρ δὴ τούτω τὼ ἀδελφοκτόνω τὴν κίστην ἀνελομένω, ἐν τὸ τοῦ Διονύσου αἰδοῖον ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου: κἀνταῦθα διετριβέτην, φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν, αἰδοῖα καὶ κίστην, θρῃσκεύειν παραθεμένω Τυρρηνοῖς. δἰ ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσόν τινες Ἄττιν προσαγορεύεσθαι θέλουσιν, αἰδοίων ἐστερημένον. Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἱ βάρβαροι αἰσχροῖς οὕτως τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις καὶ τῇ ἄλλῃ Ἑλλάδι, αἰδοῦμαι καὶ λέγειν, αἰσχύνης ἔμπλεως περὶ τὴν Δηὼ μυθολογία; ἀλωμένη γὰρ Δηὼ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνα ῾τῆς Ἀττικῆς δέ ἐστι τοῦτο τὸ χωρίον̓ ἀποκάμνει καὶ φρέατι ἐπικαθίζει λυπουμένη. τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι νῦν, ἵνα μὴ δοκοῖεν οἱ τετελεσμένοι μιμεῖσθαι τὴν ὀδυρομένην. ᾤκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα οἱ γηγενεῖς: ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαύλης καὶ Τριπτόλεμος, ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς: βουκόλος Τριπτόλεμος ἦν, ποιμὴν δὲ Εὔμολπος, συβώτης δὲ Εὐβουλεύς: ἀφ̓ ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ τοῦτο Ἀθήνησι γένος ἤνθησεν. καὶ δὴ ῾οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν̓ ξενίσασα Βαυβὼ τὴν Δηὼ [p. 42] ὀρέγει κυκεῶνα αὐτῇ: τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης ῾πενθήρης γὰρ ἦν̓ περιαλγὴς Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ: δὲ τέρπεται τῇ ὄψει Δηὼ καὶ μόλις ποτὲ δέχεται τὸ ποτόν, ἡσθεῖσα τῷ θεάματι. ταῦτ̓ ἔστι τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια. ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει. παραθήσομαι δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν̓ ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν: ὣς εἰποῦσα πέπλους ἀνεσύρετο, δεῖξε δὲ πάντα σώματος οὐδὲ πρέποντα τύπον: παῖς δ̓ ἦεν Ἴακχος, χειρί τέ μιν ῥίπτασκε γελῶν Βαυβοῦς ὑπὸ κόλποις: δ̓ ἐπεὶ οὖν μείδησε θεά, μείδης᾿ ἐνὶ θυμῷ, δέξατο δ̓ αἰόλον ἄγγος, ἐν κυκεὼν ἐνέκειτο. κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων: ‘ἐνήστευσα, ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος 13 ἀπεθέμην εἰς κάλαθον καὶ ἐκ καλάθου εἰς κίστην.’ καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα. ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦμεγαλήτορος,’ μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, οὕστιναςμένει τελευτήσαντας ἅσσα [p. 44] οὐδὲ ἔλπονται.’ τίσι δὴ μαντεύεται Ἡράκλειτος Ἐφέσιος; ‘νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις,’ τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ: ‘τὰ γὰρ νομιζόμενα κατὰ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυοῦνται.’ Νόμος οὖν καὶ ὑπόληψις κενὴ τὰ μυστήρια 14 καὶ τοῦ δράκοντος ἀπάτη τίς ἐστιν θρῃσκευομένη, τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προστρεπομένων. οἷαι δὲ καὶ αἱ κίσται αἱ μυστικαί: δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν. οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα χόνδροι τε ἁλῶν καὶ δράκων, ὄργιον Διονύσου Βασσάρου; οὐχὶ δὲ ῥοιαὶ πρὸς τοῖσδε καὶ κράδαι 15 νάρθηκές τε καὶ κιττοί, πρὸς δὲ καὶ φθοῖς καὶ μήκωνες; ταῦτ̓ ἔστιν αὐτῶν τὰ ἅγια. καὶ προσέτι Γῆς 16 Θέμιδος τὰ ἀπόρρητα σύμβολα ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος, ὅς ἐστιν, εὐφήμως καὶ μυστικῶς εἰπεῖν, μόριον γυναικεῖον. τῆς ἐμφανοῦς ἀναισχυντίας. πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη: νυνὶ δὲ τοῖς μυουμένοις πεῖρα 17 τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχούμενον. ἀπόσβεσον, ἱεροφάντα, τὸ πῦρ: [p. 46] αἰδέσθητι, δᾳδοῦχε, τὰς λαμπάδας: ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς: ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια: σκότει τετιμήσθω τὰ ὄργια. τὸ πῦρ οὐχ ὑποκρίνεται: ἐλέγχειν καὶ κολάζειν κελεύεται. Ταῦτα τῶν ἀθέων τὰ μυστήρια: ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασιν, παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ̓ αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνεσχημένοι τῇ ἀθεότητι, προτέρᾳ μέν, καθ̓ ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντως ὄντα μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ δὴ ταύτῃ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας. διὰ τοῦτό τοι καὶ ἀπόστολος διελέγχει ἡμᾶςκαὶ ἦτε ξένοιλέγωντῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.’ Πολλὰ κἀγαθὰ γένοιτο τῷ τῶν Σκυθῶν βασιλεῖ, ὅστις ποτὲ ἦν Ἀνάχαρσις. 18 οὗτος τὸν πολίτην τὸν ἑαυτοῦ, τὴν παρὰ Κυζικηνοῖς μητρὸς τῶν θεῶν τελετὴν ἀπομιμούμενον παρὰ Σκύθαις τύμπανόν τε [p. 48] ἐπικτυποῦντα καὶ κύμβαλον ἐπηχοῦντα καὶ τοῦ τραχήλου τινὰ μηναγύρτην ἐξηρτημένον, κατετόξευσεν, ὡς ἄνανδρον αὐτόν τε παῤ Ἕλλησι γεγενημένον καὶ τῆς θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον νόσου. ὧν δὴ χάριν ῾οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον̓ θαυμάζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον καὶ Νικάνορα τὸν Κύπριον καὶ Διαγόραν καὶ Ἵππωνα τὼ Μηλίω 19 τόν τε Κυρηναῖον ἐπὶ τούτοις ἐκεῖνον ῾ὁ 20 Θεόδωρος ὄνομα αὐτᾦ καί τινας ἄλλους συχνούς, σωφρόνως βεβιωκότας καὶ καθεωρακότας ὀξύτερόν που τῶν λοιπῶν ἀνθρώπων τὴν ἀμφὶ τοὺς θεοὺς τούτους πλάνην, ἀθέους ἐπικεκλήκασιν, εἰ καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ νενοηκότας, ἀλλὰ τὴν πλάνην γε ὑπωπτευκότας, ὅπερ οὐ σμικρὸν εἰς ἀλήθειαν 21 φρονήσεως ζώπυρον ἀναφύεται σπέρμα: ὧν μέν τις παρεγγυᾷ τοῖς Αἰγυπτίοις, ‘εἰ θεοὺς νομίζετε, μὴ θρηνεῖτε αὐτοὺς μηδὲ κόπτεσθε: εἰ δὲ πενθεῖτε αὐτούς, μηκέτι τούτους ἡγεῖσθε εἶναι θεούς,’ δ̓ Ἡρακλέα ἐκ ξύλου λαβὼν κατεσκευασμένον ῾ἔτυχε δὲ ἕψων τι οἴκοι, οἷα εἰκός᾿εἶα δή, Ἡράκλεις,’ εἶπεν: ‘νῦν σοι ἤδη καιρός, ὥσπερ Εὐρυσθεῖ, ἀτὰρ δὴ καὶ ἡμῖν ὑπουργῆσαι τὸν τρισκαιδέκατον τοῦτον ἆθλον καὶ Διαγόρᾳ τοὔψον 22 παρασκευάσαι.’ κἆτ̓ αὐτὸν εἰς τὸ πῦρ ἐνέθηκεν ὡς ξύλον. [p. 50] Ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὦν ἐκτὸς μένειν σπουδαστέον. οὐχ ὁρᾷς τὸν ἱεροφάντην τῆς ἀληθείας Μωσέα προστάττοντα θλαδίαν καὶ ἀποκεκομμένον μὴ ἐκκλησιάζειν, καὶ προσέτι τὸν ἐκ πόρνης; αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός. ἦν δέ τις ἔμφυτος ἀρχαία πρὸς οὐρανὸν ἀνθρώποις κοινωνία, ἀγνοίᾳ μὲν ἐσκοτισμένη, ἄφνω δέ που διεκθρῴσκουσα τοῦ σκότους καὶ ἀναλάμπουσα, οἷον δὴ ἐκεῖνο λέλεκταί τινι τὸ ὁρᾷς τὸν ὑψοῦ τόνδ̓ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ̓ ὑγραῖς ἐν ἀγκάλαις; καὶ τὸ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτ̓ εἶ σύ, δυστόπαστος εἰσιδεῖν, καὶ ὅσα ἄλλα τοιαῦτα ποιητῶν ᾄδουσι παῖδες. Ἔννοιαι δὲ ἡμαρτημέναι καὶ παρηγμέναι τῆς εὐθείας, ὀλέθριαι ὡς ἀληθῶς, τὸ οὐράνιον φυτόν, τὸν ἄνθρωπον, οὐρανίου ἐξέτρεψαν διαίτης καὶ ἐξετάνυσαν ἐπὶ γῆς, γηΐνοις προσανέχειν ἀναπείσασαι πλάσμασιν. οἱ μὲν γὰρ εὐθέως ἀμφὶ τὴν [p. 52] οὐρανοῦ θέαν ἀπατώμενοι καὶ ὄψει μόνῃ πεπιστευκότες τῶν ἀστέρων τὰς κινήσεις ἐπιθεώμενοι ἐθαύμασάν τε καὶ ἐξεθείασαν, θεοὺς ἐκ τοῦ θεῖν ὀνομάσαντες τοὺς ἀστέρας, καὶ προσεκύνησαν ἥλιον, ὡς Ἰνδοί, καὶ σελήνην, ὡς Φρύγες: οἱ δὲ τῶν ἐκ γῆς φυομένων τοὺς ἡμέρους δρεπόμενοι καρποὺς Δηὼ τὸν σῖτον, ὡς Ἀθηναῖοι, καὶ Διόνυσον τὴν ἄμπελον, ὡς Θηβαῖοι, προσηγόρευσαν. ἄλλοι τὰς ἀμοιβὰς τῆς κακίας ἐπισκοπήσαντες θεοποιοῦσι τὰς ἀντιδόσεις προσκυνοῦντες καὶ τὰς συμφοράς. ἐντεῦθεν τὰς Ἐρινύας καὶ τὰς Εὐμενίδας Παλαμναίους τε καὶ Προστροπαίους, ἔτι δὲ Ἀλάστορας ἀναπεπλάκασιν οἱ ἀμφὶ τὴν σκηνὴν ποιηταί. φιλοσόφων δὲ ἤδη τινὲς καὶ αὐτοὶ μετὰ τοὺς ποιητικοὺς τῶν ἐν ὑμῖν παθῶν ἀνειδωλοποιοῦσι τύπους τὸν Φόβον καὶ τὸν Ἔρωτα καὶ τὴν Χαρὰν καὶ τὴν Ἐλπίδα, ὥσπερ ἀμέλει καὶ Ἐπιμενίδης παλαιὸς Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς: οἱ δὲ ἐξ αὐτῶν ὁρμώμενοι τῶν πραγμάτων ἐκθεοῦνται τοῖς ἀνθρώποις καὶ σωματικῶς ἀναπλάττονται, Δίκη τις καὶ Κλωθὼ καὶ Λάχεσις καὶ Ἄτροπος καὶ Εἱμαρμένη, Λὐξώ τε καὶ Θαλλώ, αἱ Ἀττικαί. ἕκτος ἐστὶν εἰσηγητικὸς τρόπος ἀπάτης θεῶν περιποιητικός, καθ̓ ὃν ἀριθμοῦσι θεοὺς τοὺς δώδεκα: ὧν καὶ θεογονίαν Ἡσίοδος ᾄδει τὴν αὑτοῦ, καὶ ὅσα θεολογεῖ Ὅμηρος. τελευταῖος δὲ ὑπολείπεται ῾ἑπτὰ γὰρ οἱ ἅπαντες οὗτοι τρόποἰ ἀπὸ τῆς [p. 54] θείας εὐεργεσίας τῆς εἰς τοὺς ἀνθρώπους καταγινομένης ὁρμώμενος. τὸν γὰρ εὐεργετοῦντα μὴ συνιέντες θεὸν ἀνέπλασάν τινας σωτῆρας Διοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸν ἰατρόν. Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκβάσεις τῆς ἀληθείας, καθέλκουσαι οὐρανόθεν τὸν ἄνθρωπον καὶ εἰς βάραθρον περιτρέπουσαι. ἐθέλω δὲ ὑμῖν ἐν χρῷ τοὺς θεοὺς αὐτοὺς ἐπιδεῖξαι ὁποῖοί τινες καὶ εἴ τινες, ἵν̓ ἤδη ποτὲ τῆς πλάνης λήξητε, αὖθις δὲ παλινδρομήσητε εἰς οὐρανόν. ‘ἦμεν γάρ που καὶ ἡμεῖς τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί: δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, ὄντας ἤδη νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ.’ ζῶν γὰρ λόγος καὶ 23 συνταφεὶς Χριστῷ συνυψοῦται θεῷ. οἱ δὲ ἔτι ἄπιστοιτέκνα ὀργῆςὀνομάζονται, τρεφόμενα ὀργῇ: ἡμεῖς δὲ οὐκ ὀργῆς θρέμματα ἔτι, οἱ τῆς πλάνης ἀπεσπασμένοι, ᾄσσοντες δὲ ἐπὶ τὴν ἀλήθειαν. ταύτῃ τοι ἡμεῖς οἱ τῆς ἀνομίας υἱοί ποτε διὰ τὴν φιλανθρωπίαν τοῦ λόγου νῦν υἱοὶ γεγόναμεν τοῦ θεοῦ: ὑμῖν δὲ καὶ ὑμέτερος ὑποδύεται ποιητὴς Ἀκραγαντῖνος Ἐμπεδοκλῆς: τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότησιν οὔ ποτε δειλαίων ἀχέων λωφήσετε θυμόν. τὰ μὲν δὴ πλεῖστα μεμύθευται καὶ πέπλασται περὶ θεῶν ὑμῖν: τὰ δὲ ὅσα καὶ 24 γεγενῆσθαι ὑπείληπται, ταῦτα δὲ περὶ ἀνθρώπων αἰσχρῶν καὶ ἀσελγῶς βεβιωκότων ἀναγέγραπται: [p. 56] τύφῳ καὶ μανίῃ δὲ βαδίζετε καὶ τρίβον ὀρθὴν εὐθεῖαν προλιπόντες ἀπήλθετε τὴν δἰ ἀκανθῶν καὶ σκολόπων. τί πλανᾶσθε, βροτοί; παύσασθε,μάταιοι, καλλίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε. ταῦτα ἡμῖν προφητικὴ παρεγγυᾷ καὶ ποιητικὴ Σίβυλλα: παρεγγυᾷ δὲ καὶ ἀλήθεια, γυμνοῦσα τῶν καταπληκτικῶν τουτωνὶ καὶ ἐκπληκτικῶν προσωπείων τὸν ὄχλον τῶν θεῶν, συνωνυμίαις τισὶ τὰς δοξοποιίας διελέγχουσα. Αὐτίκα γοῦν εἰσὶν οἳ τρεῖς τοὺς Ζῆνας ἀναγράφουσιν, τὸν μὲν Αἰθέρος ἐν ᾿Λρκαδίᾳ, τὼ δὲ λοιπὼ τοῦ Κρόνου παῖδε, τούτοιν τὸν μὲν ἐν Κρήτῃ, θάτερον δὲ ἐν Ἀρκαδίᾳ πάλιν. εἰσὶ δὲ οἳ πέντε Ἀθηνᾶς ὑποτίθενται, τὴν μὲν Ἡφαίστου, τὴν Ἀθηναίαν: τὴν δὲ Νείλου, τὴν Αἰγυπτίαν: τρίτην τὴν 25 τοῦ Κρόνου, τὴν πολέμου εὑρέτιν: τετάρτην τὴν Διός, ἣν Μεσσήνιοι Κορυφασίαν ἀπὸ τῆς μητρὸς ἐπικεκλήκασιν: ἐπὶ πᾶσι τὴν Πάλλαντος καὶ Τιτανίδος τῆς Ὠκεανοῦ, τὸν πατέρα δυσσεβῶς καταθύσασα τῷ πατρῴῳ κεκόσμηται δέρματι ὥσπερ κῳδίῳ. [p. 58] ναὶ μὴν Ἀπόλλωνα μὲν Ἀριστοτέλης πρῶτον Ἡφαίστου καὶ Ἀθηνᾶς ῾ἐνταῦθα δὴ οὐκέτι παρθένος Ἀθηνἆ, δεύτερον ἐν Κρήτῃ τὸν Κύρβαντος, τρίτον τὸν Διὸς καὶ τέταρτον τὸν Ἀρκάδα τὸν Σιληνοῦ: Νόμιος οὗτος κέκληται παρὰ Ἀρκάσιν: ἐπὶ τούτοις τὸν Λίβυν καταλέγει τὸν Ἄμμωνος: δὲ Δίδυμος γραμματικὸς τούτοις ἕκτον ἐπιφέρει τὸν Μάγνητος. πόσοι δὲ καὶ νῦν Ἀπόλλωνες, ἀναρίθμητοι θνητοὶ καὶ ἐπίκηροί 26 τινες ἄνθρωποι, εἰσίν, οἱ παραπλησίως τοῖς προειρημένοις ἐκείνοις κεκλημένοι; τί δ̓ εἴ σοι τοὺς πολλοὺς εἴποιμι Ἀσκληπιοὺς τοὺς Ἑρμᾶς τοὺς ἀριθμουμένους τοὺς Ἡφαίστους τοὺς μυθολογουμένους; μὴ καὶ περιττὸς εἶναι δόξω τὰς ἀκοὰς ὑμῶν τοῖς πολλοῖς τούτοις ἐπικλύζων ὀνόμασιν; ἀλλ̓ αἵ γε πατρίδες αὐτοὺς καὶ αἱ τέχναι καὶ οἱ βίοι, πρὸς δέ γε καὶ οἱ τάφοι ἀνθρώπους γεγονότας διελέγχουσιν. Ἄρης γοῦν καὶ παρὰ τοῖς ποιηταῖς, ὡς οἷόν τε, τετιμημένος, Ἆρες, Ἄρες, βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα, ἀλλοπρόσαλλος οὗτος καὶ ἀνάρσιος, ὡς μὲν Ἐπίχαρμός φησι, Σπαρτιάτης ἦν: Σοφοκλῆς δὲ Θρᾷκα οἶδεν αὐτόν: ἄλλοι δὲ Ἀρκάδα. τοῦτον δὲ Ὅμηρος δεδέσθαι φησὶν ἐπὶ μῆνας τρισκαίδεκα: [p. 60] τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ̓ Ἐφιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ: χαλκέῳ δ̓ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. πολλὰ κἀγαθὰ Κᾶρες σχοῖεν, οἳ καταθύουσιν αὐτῷ τοὺς κύνας. Σκύθαι δὲ τοὺς ὄνους ἱερεύοντες μὴ παυέσθων, ὡς Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς. αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. Ἥφαιστος δέ, ὃν ἔρριψεν ἐξ Ὀλύμπου Ζεὺςβηλοῦ ἀπὸ θεσπεσίοιο,’ ἐν Λήμνῳ καταπεσὼν ἐχάλκευε, πηρωθεὶς τὼ πόδε, ‘ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.’ ἔχεις καὶ ἰατρόν, οὐχὶ χαλκέα μόνον ἐν θεοῖς: δὲ ἰατρὸς φιλάργυρος ἦν, Ἀσκληπιὸς ὄνομα αὐτῷ. καί σοι τὸν σὸν παραθήσομαι ποιητήν, τὸν Βοιώτιον Πίνδαρον: ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς: χερσὶ δ̓ ἄρα Κρονίων ῥίψας δἰ ἀμφοῖν ἀμπνοὰν 27 στέρνων καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψε 28 μόρον, καὶ Εὐριπίδης Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα. [p. 62] οὗτος μὲν οὖν κεῖται κεραυνωθεὶς ἐν τοῖς Κυνοσουρίδος ὁρίοις. Φιλόχορος δὲ ἐν Τήνῳ Ποσειδῶνά φησι τιμᾶσθαι ἰατρόν, Κρόνῳ δὲ ἐπικεῖσθαι Σικελίαν καὶ ἐνταῦθα αὐτὸν τεθάφθαι. Πατροκλῆς τε Θούριος καὶ Σοφοκλῆς νεώτερος ἔν τισι 29 τραγῳδίαις ἱστορεῖτον 30 τοῖν Διοσκούροιν 31 πέρι: ἀνθρώπω τινὲ τούτω τὼ Διοσκούρω ἐπικήρω ἐγενέσθην, 32 εἴ τῳ ἱκανὸς πιστώσασθαι Ὅμηρος τὸ λελεγμένον τοὺς δ̓ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι, φίλῃ ἐν πατρίδι γαίῃ. προσίτω δὲ καὶ τὰ Κυπριακὰ ποιήματα γράψας Κάστωρ μὲν θνητός, Θανάτου δέ οἱ αἶσα πέπρωται: αὐτὰρ γ̓ ἀθάνατος Πολυδεύκης, ὄζος Ἄρηος. τοῦτο μὲν ποιητικῶς ἐψεύσατο: Ὅμηρος δὲ ἀξιοπιστότερος αὐτοῦ εἰπὼν περὶ ἀμφοῖν τοῖν Διοσκούροιν, πρὸς δὲ καὶ τὸν Ἡρακλέα εἴδωλον ἐλέγξας: ‘φῶταγὰρἩρακλῆα, μεγάλων ἐπιίστορα ἔργων.’ Ἡρακλέα οὖν καὶ αὐτὸς Ὅμηρος θνητὸν οἶδεν ἄνθρωπον, Ἱερώνυμος δὲ φιλόσοφος καὶ τὴν σχέσιν αὐτοῦ ὑφηγεῖται τοῦ σώματος, μικρόν, φριξότριχα, ῥωστικόν: Δικαίαρχος δὲ σχιζίαν, νευρώδη, μέλανα, γρυπόν, ὑποχαροπόν, τετανότριχα. οὗτος οὖν Ἡρακλῆς δύο πρὸς τοῖς πεντήκοντα ἔτη βεβιωκὼς κατέστρεψε τὸν βίον διὰ τῆς ἐν Οἴτῃ πυρᾶς κεκηδευμένος. [p. 64] Τὰς δὲ Μούσας, ὃς Ἀλκμὰν 33 Διὸς καὶ Μνημοσύνης γενεαλογεῖ καὶ οἱ λοιποὶ ποιηταὶ καὶ συγγραφεῖς ἐκθειάζουσιν καὶ σέβουσιν, ἤδη δὲ καὶ ὅλαι πόλεις μουσεῖα τεμενίζουσιν 34 αὐταῖς, Μυσὰς 35 οὔσας θεραπαινίδας ταύτας ἐώνηται Μεγακλὼ θυγάτηρ Μάκαρος. δὲ Μάκαρ Λεσβίων μὲν ἐβασίλευεν, διεφέρετο δὲ ἀεὶ πρὸς τὴν γυναῖκα, ἠγανάκτει δὲ Μεγακλὼ ὑπὲρ τῆς μητρός: τί δ̓ οὐκ ἔμελλε; καὶ Μυσὰς θεραπαινίδας ταύτας τοσαύτας τὸν ἀριθμὸν ὠνεῖται καὶ καλεῖ Μοίσας 36 κατὰ τὴν διάλεκτον τὴν Αἰολέων. ταύτας ἐδιδάξατο ᾄδειν καὶ κιθαρίζειν τὰς πράξεις τὰς παλαιὰς ἐμμελῶς. αἱ δὲ συνεχῶς κιθαρίζουσαι καὶ καλῶς κατεπᾴδουσαι τὸν Μάκαρα ἔθελγον καὶ κατέπαυον τῆς ὀργῆς. οὗ δὴ χάριν Μεγακλὼ χαριστήριον αὐτὰς 37 ὑπὲρ τῆς μητρὸς ἀνέθηκε χαλκᾶς καὶ ἀνὰ πάντα ἐκέλευσε τιμᾶσθαι τὰ ἱερά. καὶ αἱ μὲν Μοῦσαι τοιαίδε: δὲ ἱστορία παρὰ Μυρσίλῳ τῷ Λεσβίῳ. Ἀκούετε δὴ οὖν τῶν παῤ ὑμῖν θεῶν τοὺς ἔρωτας καὶ τὰς παραδόξους τῆς ἀκρασίας μυθολογίας καὶ τραύματα αὐτῶν καὶ δεσμὰ καὶ γέλωτας καὶ μάχας δουλείας τε ἔτι καὶ συμπόσια συμπλοκάς τ̓ αὖ καὶ δάκρυα καὶ πάθη καὶ μαχλώσας ἡδονάς. κάλει μοι τὸν Ποσειδῶ καὶ τὸν χορὸν τῶν διεφθαρμένων ὑπ̓ αὐτοῦ, τὴν Ἀμφιτρίτην, τὴν Ἀμυμώνην, τὴν Ἀλόπην, τὴν Μελανίππην, τὴν Ἀλκυόνην, τὴν Ἱπποθόην, τὴν Χιόνην, τὰς ἄλλας τὰς μυρίας: ἐν αἷς δὴ καὶ τοσαύταις οὔσαις ἔτι τοῦ Ποσειδῶνος ὑμῶν ἐστενοχωρεῖτο τὰ πάθη: κάλει μοι καὶ τὸν [p. 66] Ἀπόλλω: Φοῖβός ἐστιν οὗτος καὶ μάντις ἁγνὸς καὶ σύμβουλος ἀγαθός: ἀλλ̓ οὐ ταῦτα Στερόπη λέγει οὐδὲ Αἴθουσα οὐδὲ Ἀρσινόη οὐδὲ Ζευξίππη οὐδὲ Προθόη οὐδὲ Μάρπησσα οὐδὲ Ὑψιπύλη: Δάφνη γὰρ ἐξέφυγε μόνη καὶ τὸν μάντιν καὶ τὴν φθοράν. αὐτός τε Ζεὺς ἐπὶ πᾶσιν ἡκέτω, πατὴρκαθ̓ ὑμᾶςἀνδρῶν τε θεῶν τε.’ τοσοῦτος περὶ τὰ ἀφροδίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν. ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον αἰγῶν Θμουιτῶν τράγος. καὶ σοῦ, Ὅμηρε, τεθαύμακα τὰ ποιήματα: , καὶ κυανέῃσιν ἐπ̓ ὀφρύσι νεῦσε Κρονίων: ἀμβρόσιαι δ̓ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ̓ ἀθανάτοιο: μέγαν δ̓ ἐλέλιξεν Ὄλυμπον. σεμνὸν ἀναπλάττεις, Ὅμηρε, τὸν Δία καὶ νεῦμα περιάπτεις αὐτῷ τετιμημένον. ἀλλ̓ ἐὰν ἐπιδείξῃς μόνον, ἄνθρωπε, τὸν κεστόν, ἐξελέγχεται καὶ Ζεὺς καὶ κόμη καταισχύνεται. εἰς ὅσον δ̓ ἐλήλακεν 38 ἀσελγείας Ζεὺς ἐκεῖνος μετ̓ Ἀλκμήνης τοσαύτας ἡδυπαθήσας νύκτας: οὐδὲ γὰρ αἱ νύκτες αἱ ἐννέα τῷ ἀκολάστῳ μακραί ῾ἅπας δὲ ἔμπαλιν [p. 68] βίος ἀκρασίᾳ βραχὺς ἦν̓, ἵνα δὴ ἡμῖν τὸν ἀλεξίκακον σπείρῃ θεόν. Διὸς υἱὸς Ἡρακλῆς, Διὸς ὡς ἀληθῶς, ἐκ μακρᾶς γεννώμενος νυκτός, τοὺς μὲν ἄθλους τοὺς δώδεκα πολλῷ ταλαιπωρησάμενος χρόνῳ, τὰς δὲ πεντήκοντα Θεστίου θυγατέρας νυκτὶ διαφθείρας μιᾷ, μοιχὸς ὁμοῦ καὶ νυμφίος τοσούτων γενόμενος παρθένων. οὔκουν ἀπεικότως οἱ ποιηταὶσχέτλιοντοῦτον καὶαἰσυλοεργὸνἀποκαλοῦσιν. μακρὸν δ̓ ἂν εἴη μοιχείας αὐτοῦ παντοδαπὰς καὶ παίδων διηγεῖσθαι φθοράς. οὐδὲ γὰρ οὐδὲ παίδων ἀπέσχοντο οἱ παῤ ὑμῖν θεοί, μέν τις Ὕλα, δὲ Ὑακίνθου, δὲ Πέλοπος, δὲ Χρυσίππου, δὲ Γανυμήδους ἐρῶντες. τούτους ὑμῶν αἱ γυναῖκες προσκυνούντων τοὺς θεούς, τοιούτους δὲ εὐχέσθων εἶναι τοὺς ἄνδρας τοὺς ἑαυτῶν, οὕτω σώφρονας, ἵν̓ ὦσιν ὅμοιοι τοῖς θεοῖς τὰ ἴσα ἐζηλωκότες: τούτους ἐθιζόντων οἱ παῖδες ὑμῶν σέβειν, ἵνα καὶ ἄνδρες γένωνται εἰκόνα πορνείας ἐναργῆ 39 τοὺς θεοὺς παραλαμβάνοντες. Ἀλλ̓ οἱ μὲν ἄρρενες αὐτοῖς τῶν θεῶν ἴσως μόνοι ᾄττουσι περὶ τὰ ἀφροδίσια: θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη, φησὶν Ὅμηρος, αἰδούμεναι αἱ θεαὶ 40 διὰ σεμνότητα Ἀφροδίτην ἰδεῖν μεμοιχευμένην. αἱ δὲ ἀκολασταίνουσιν ἐμπαθέστερον ἐν τῇ μοιχείᾳ δεδεμέναι, Ἠὼς ἐπὶ Τιθωνῷ, Σελήνη δ̓ ἐπὶ 41 Ἐνδυμίωνι, [p. 70] Νηρηῒς ἐπὶ Αἰακῷ καὶ ἐπὶ Πηλεῖ Θέτις, ἐπὶ δὲ Ἰασίωνι 42 Δημήτηρ καὶ ἐπὶ Ἀδώνιδι Φερέφαττα. Ἀφροδίτη δὲ ἐπ̓ Ἄρει κατῃσχυμμένη μετῆλθεν ἐπὶ Κινύραν καὶ Ἀγχίσην ἔγημεν καὶ Φαέθοντα ἐλόχα καὶ ἤρα Ἀδώνιδος, ἐφιλονείκει δὲ τῇ βοώπιδι καὶ ἀποδυσάμεναι διὰ μῆλον αἱ θεαὶ γυμναὶ προσεῖχον τῷ ποιμένι, εἴ τις αὐτῶν δόξει καλή. Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν δράκων Πύθιος θρῃσκεύεται καὶ τοῦ ὄφεως πανήγυρις καταγγέλλεται Πύθια: Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν ἐλεεινὸν θάλαττα καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια: Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ἐπιτάφιος προσαγορεύεται Νέμεα: Πῖσα δὲ ὑμῖν τάφος ἐστίν, Πανέλληνες, ἡνιόχου Φρυγός, καὶ τοῦ Πέλοπος τὰς χοάς, τὰ Ὀλύμπια, Φειδίου σφετερίζεται Ζεύς. μυστήρια ἦσαν ἄρα, ὡς ἔοικεν, οἱ ἀγῶνες ἐπὶ νεκροῖς διαθλούμενοι, ὥσπερ καὶ τὰ λόγια, καὶ δεδήμευνται ἄμφω. ἀλλὰ τὰ μὲν ἐπὶ Ἄγρᾳ 43 μυστήρια καὶ τὰ ἐν Ἁλιμοῦντι τῆς Ἀττικῆς Ἀθήνησι περιώρισται: αἶσχος δὲ ἤδη κοσμικὸν οἵ τε ἀγῶνες [p. 72] καὶ οἱ φαλλοὶ οἱ Διονύσῳ ἐπιτελούμενοι, κακῶς ἐπινενεμημένοι τὸν βίον. Διόνυσος γὰρ κατελθεῖν εἰς Ἅιδου γλιχόμενος ἠγνόει τὴν ὁδόν, ὑπισχνεῖται δ̓ αὐτῷ φράσειν τις, 44 Πρόσυμνος τοὔνομα, οὐκ ἀμισθί: δὲ μισθὸς οὐ καλός, ἀλλὰ Διονύσῳ καλός: καὶ ἀφροδίσιος ἦν χάρις, μισθὸς ὃν ᾐτεῖτο Διόνυσος: βουλομένῳ δὲ τῷ θεῷ γέγονεν αἴτησις, καὶ δὴ ὑπισχνεῖται παρέξειν αὐτῷ, εἰ ἀναζεύξοι, ὅρκῳ πιστωσάμενος τὴν ὑπόσχεσιν. μαθὼν ἀπῆρεν: ἐπανῆλθεν αὖθις: οὐ καταλαμβάνει τὸν Πρόσυμνον ῾ἐτεθνήκει γάῤ: ἀφοσιούμενος τῷ ἐραστῇ Διόνυσος ἐπὶ τὸ μνημεῖον ὁρμᾷ καὶ πασχητιᾷ. κλάδον οὖν συκῆς, ὡς ἔτυχεν, ἐκτεμὼν ἀνδρείου μορίου σκευάζεται τρόπον ἐφέζεταί τε τῷ κλάδῳ, τὴν ὑπόσχεσιν ἐκτελῶν τῷ νεκρῷ. ὑπόμνημα τοῦ πάθους τούτου μυστικὸν φαλλοὶ κατὰ πόλεις ἀνίστανται Διονύσῳ: ‘εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιοῦντο καὶ ὕμνεον ᾆσμα 45 αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ̓ ἄν, 46φησὶν Ἡράκλειτος, ‘ωὐτὸς δὲ Ἅιδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν,’ οὐ διὰ τὴν μέθην τοῦ σώματος, ὡς ἐγὼ οἶμαι, τοσοῦτον ὅσον διὰ τὴν ἐπονείδιστον τῆς ἀσελγείας ἱεροφαντίαν. Εἰκότως ἄρα οἱ τοιοίδε ὑμῶν θεοὶ δοῦλοι, 47 δοῦλοι παθῶν γεγονότες, ἀλλὰ καὶ πρὸ 48 τῶν Εἱλώτων [p. 74] καλουμένων τῶν παρὰ Λακεδαιμονίοις δούλειον ὑπεισῆλθεν ζυγὸν Ἀπόλλων Ἀδμήτῳ ἐν Φεραῖς, Ἡρακλῆς ἐν Σάρδεσιν Ὀμφάλῃ, Λαομέδοντι δ̓ ἐθήτευε Ποσειδῶν καὶ Ἀπόλλων, καθάπερ ἀχρεῖος οἰκέτης, μηδὲ ἐλευθερίας δήπουθεν δυνηθεὶς τυχεῖν παρὰ τοῦ προτέρου δεσπότου: τότε καὶ τὰ Ἰλίου τείχη ἀνῳκοδομησάτην τῷ Φρυγί. Ὅμηρος δὲ τὴν Ἀθηνᾶν οὐκ αἰσχύνεται παραφαίνειν λέγων τῷ Ὀδυσσεῖχρύσεον λύχνον ἔχουσανἐν χεροῖν: τὴν δὲ Ἀφροδίτην ἀνέγνωμεν, οἷον ἀκόλαστόν τι θεραπαινίδιον, παραθεῖναι φέρουσαν τῇ Ἑλένῃ τὸν δίφρον τοῦ μοιχοῦ κατὰ πρόσωπον, ὅπως αὐτὸν εἰς συνουσίαν ὑπαγάγηται. Πανύασσις γὰρ πρὸς τούτοις καὶ ἄλλους παμπόλλους ἀνθρώποις λατρεῦσαι θεοὺς ἱστορεῖ ὧδέ πως γράφων: τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς Ἀμφιγυήεις, τλῆ δὲ Ποσειδάων, τλῆ δ̓ ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῷ θητευέμεν 49 εἰς ἐνιαυτόν: τλῆ δὲ καὶ 50 ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκης, καὶ τὰ ἐπὶ τούτοις. Τούτοις οὖν εἰκότως ἕπεται τοὺς ἐρωτικοὺς ὑμῶν καὶ παθητικοὺς τούτους θεοὺς ἀνθρωποπαθεῖς ἐκ παντὸς εἰσάγειν τρόπου. ‘καὶ γάρ θην κείνοις θνητὸς χρώς.’ τεκμηριοῖ δὲ Ὅμηρος, μάλα ἀκριβῶς Ἀφροδίτην ἐπὶ τῷ τραύματι παρεισάγων ὀξὺ καὶ μέγα ἰάχουσαν αὐτόν τε τὸν πολεμικώτατον Ἄρη ὑπὸ τοῦ Διομήδους κατὰ τοῦ κενεῶνος οὐτασμένον διηγούμενος. Πολέμων δὲ καὶ τὴν Ἀθηνᾶν [p. 76] ὑπὸ Ὀρνύτου τρωθῆναι λέγει: ναὶ μὴν καὶ τὸν Ἀιδωνέα ὑπὸ Ἡρακλέους τοξευθῆναι Ὅμηρος λέγει καὶ τὸν Ἥλιον Αὐγέαν 51 Πανύασσις ἱστορεῖ. ἤδη δὲ καὶ τὴν Ἥραν τὴν ζυγίαν ἱστορεῖ ὑπὸ τοῦ αὐτοῦ Ἡρακλέους αὐτὸς οὗτος Πανύασσιςἐν Πύλῳ ἠμαθόεντι.’ Σωσίβιος δὲ καὶ τὸν Ἡρακλέα πρὸς τῶν Ἱπποκοωντιδῶν κατὰ τῆς χειρὸς οὐτασθῆναι λέγει. εἰ δὲ 52 τραύματα, καὶ αἵματα: οἱ γὰρ ἰχῶρες οἱ ποιητικοὶ εἰδεχθέστεροι καὶ τῶν αἱμάτων, σῆψις γὰρ αἵματος ἰχὼρ νοεῖται. ἀνάγκη τοίνυν θεραπείας καὶ τροφὰς παρεισάγειν αὐτοῖς, ὧν εἰσιν ἐνδεεῖς. διὸ τράπεζαι καὶ μέθαι καὶ γέλωτες καὶ συνουσίαι, οὐκ ἂν ἀφροδισίοις χρωμένων ἀνθρωπίνοις 53 οὐδὲ παιδοποιουμένων οὐδὲ μὴν ὑπνωσσόντων, εἰ ἀθάνατοι καὶ ἀνενδεεῖς καὶ ἀγήρῳ 54 ὑπῆρχον. μετέλαβεν δὲ καὶ τραπέζης ἀνθρωπίνης παρὰ τοῖς Αἰθίοψιν, ἀπανθρώπου δὲ καὶ ἀθέσμου αὐτὸς Ζεὺς παρὰ Λυκάονι τῷ Ἀρκάδι ἑστιώμενος: ἀνθρωπείων γοῦν ἐνεφορεῖτο σαρκῶν οὐχ ἑκών. ἠγνόει γὰρ θεὸς ὡς ἄρα Λυκάων Ἀρκὰς ἑστιάτωρ αὐτοῦ τὸν παῖδα κατασφάξας τὸν αὑτοῦ ῾Νύκτιμος ὄνομα αὐτᾦ παραθείη ὄψον τῷ Διί. καλός γε Ζεὺς μαντικός, ξένιος, ἱκέσιος, [p. 78] μειλίχιος, πανομφαῖος, προστροπαῖος: μᾶλλον δὲ 55 ἄδικος, ἄθεσμος, ἄνομος, ἀνόσιος, ἀπάνθρωπος, βίαιος, φθορεύς, μοιχός, ἐρωτικός. ἀλλὰ τότε μὲν ἦν, ὅτε τοιοῦτος ἦν, ὅτε ἄνθρωπος ἦν, νῦν δὲ ἤδη μοι δοκοῦσι καὶ οἱ μῦθοι ὑμῖν γεγηρακέναι. δράκων Ζεὺς οὐκέτι, οὐ κύκνος ἐστίν, οὐκ ἀετός, οὐκ ἄνθρωπος ἐρωτικός: οὐχ ἵπταται θεός, οὐ παιδεραστεῖ, οὐ φιλεῖ, οὐ βιάζεται, καίτοι πολλαὶ καὶ καλαὶ καὶ νῦν ἔτι γυναῖκες καὶ Λήδας εὐπρεπέστεραι καὶ Σεμέλης ἀκμαιότεραι, μειράκια δὲ ὡραιότερα καὶ πολιτικώτερα τοῦ Φρυγίου βουκόλου. ποῦ νῦν ἐκεῖνος ἀετός; ποῦ δὲ κύκνος; ποῦ δὲ αὐτὸς Ζεύς; γεγήρακε μετὰ τοῦ πτεροῦ: οὐ γὰρ δήπου μετανοεῖ τοῖς ἐρωτικοῖς οὐδὲ παιδεύεται σωφρονεῖν. γυμνοῦται δὲ ὑμῖν μῦθος: ἀπέθανεν Λήδα, ἀπέθανεν κύκνος, ἀπέθανεν ἀετός. ζήτει σου τὸν Δία: μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆν πολυπραγμόνει. Κρής σοι διηγήσεται, παῤ καὶ τέθαπται, Καλλίμαχος ἐν ὕμνοις καὶ γὰρ τάφον, ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο. τέθνηκε γὰρ Ζεὺς ῾μὴ δυσφόρεἰ ὡς Λήδα, ὡς κύκνος, ὡς ἀετός, ὡς ἄνθρωπος ἐρωτικός, ὡς δράκων. [p. 80] Ἤδη δὲ καὶ αὐτοὶ φαίνονται οἱ δεισιδαίμονες ἄκοντες μέν, ὅμως δ̓ οὖν συνιέντες τὴν πλάνην τὴν περὶ τοὺς θεούς: οὐ γὰρ ἀπὸ δρυός εἰσι παλαιφάτου οὐδ̓ ἀπὸ πέτρης, ἀλλ̓ ἀνδρῶν γένος εἰσί, μικρὸν δὲ ὕστερον καὶ δρύες ὄντες εὑρεθήσονται καὶ πέτραι. Ἀγαμέμνονα γοῦν τινα Δία ἐν Σπάρτῃ τιμᾶσθαι Στάφυλος ἱστορεῖ: Φανοκλῆς δὲ ἐν Ἔρωσιν 56 Καλοῖς Ἀγαμέμνονα τὸν Ἑλλήνων βασιλέα Ἀργύννου νεὼν Ἀφροδίτης ἵστασθαι ἐπ̓ Ἀργύννῳ τῷ ἐρωμένῳ. Ἄρτεμιν δὲ Ἀρκάδες Ἀπαγχομένην καλουμένην προστρέπονται, ὥς φησι Καλλίμαχος ἐν Αἰτίοις. καὶ Κονδυλῖτις ἐν Μηθύμνῃ ἑτέρα τετίμηται Ἄρτεμις. ἔστι δὲ καὶ Ποδάγρας ἄλλης Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερόν, ὥς φησι Σωσίβιος. Πολέμων δὲ Κεχηνότος Ἀπόλλωνος οἶδεν ἄγαλμα, καὶ Ὀψοφάγου πάλιν Ἀπόλλωνος ἄλλο ἐν Ἤλιδι τιμώμενον. ἐνταῦθα Ἀπομυίῳ Διὶ θύουσιν Ἠλεῖοι: Ῥωμαῖοι δὲ Ἀπομυίῳ Ἡρακλεῖ καὶ Πυρετῷ δὲ [p. 82] καὶ Φόβῳ θύουσιν, οὓς καὶ αὐτοὺς μετὰ τῶν ἀμφὶ τὸν Ἡρακλέα ἐγγράφουσιν. ἐῶ δὲ Ἀργείους: Ἀφροδίτην Τυμβωρύχον θρῃσκεύουσιν Ἀργεῖοι καὶ Λάκωνες, 57 καὶ Χελύτιδα δὲ Ἄρτεμιν Σπαρτιᾶται σέβουσιν: ἐπεὶ τὸ βήττειν χελύττειν καλοῦσιν. Οἴει ποθὲν παρέγγραπτα 58 ταῦτά σοι κομίζεσθαι τὰ ὑφ̓ ἡμῶν παρατιθέμενα; οὐδὲ τοὺς σοὺς γνωρίζειν ἔοικας συγγραφεῖς, οὓς ἐγὼ μάρτυρας ἐπὶ τὴν σὴν ἀπιστίαν καλῶ, ἀθέου χλεύης, δείλαιοι, τὸν πάντα ὑμῶν ἀβίωτον ὄντως βίον ἐμπεπληκότας. 59 οὐχὶ μέντοι Ζεὺς φαλακρὸς ἐν Ἄργει, τιμωρὸς δὲ ἄλλος ἐν Κύπρῳ τετίμησθον 60; οὐχὶ δὲ Ἀφροδίτῃ περιβασοῖ 61 μὲν Ἀργεῖοι, ἑταίρᾳ δὲ Ἀθηναῖοι καὶ καλλιπύγῳ 62 θύουσιν Συρακούσσιοι, ἣν Νίκανδρος ποιητὴςκαλλίγλουτόνπου κέκληκεν; Διόνυσον δὲ ἤδη σιωπῶ τὸν χοιροψάλαν: Σικυώνιοι τοῦτον προσκυνοῦσιν ἐπὶ τῶν γυναικείων τάξαντες τὸν Διόνυσον μορίων, ἔφορον αἴσχους τὸν ὕβρεως σεβάζοντες ἀρχηγόν. τοιοίδε μὲν αὐτοῖς οἱ θεοί, τοιοίδε καὶ αὐτοί, παίζοντες ἐν θεοῖς, μᾶλλον δὲ ἐμπαίζοντες καὶ ἐνυβρίζοντες σφίσιν αὐτοῖς. καὶ πόσῳ βελτίους Αἰγύπτιοι κωμηδὸν καὶ κατὰ πόλεις τὰ ἄλογα τῶν ζῴων ἐκτετιμηκότες ἤπερ Ἕλληνες τοιούτους προσκυνοῦντες θεούς; τὰ μὲν γὰρ εἰ καὶ θηρία, ἀλλ̓ οὐ μοιχικά, ἀλλ̓ οὐ μάχλα, παρὸ φύσιν δὲ θηρεύει ἡδονὴν οὐδὲ ἕν. οἱ δὲ ὁποῖοι. [p. 84] τί καὶ χρὴ λέγειν ἔτι, ἀποχρώντως αὐτῶν διεληλεγμένων; Ἀλλ̓ οὖν γε Αἰγύπτιοι, ὧν νῦν δὴ ἐμνήσθην, κατὰ τὰς θρῃσκείας τὰς σφῶν ἐσκέδανται: σέβουσι δὲ αὐτῶν Συηνῖται 63 φάγρον τὸν ἰχθύν, μαιώτην δὲ ῾ἄλλος 64 οὗτος ἰχθύς᾿ οἱ τὴν Ἐλεφαντίνην οἰκοῦντες, Ὀξυρυγχῖται τὸν φερώνυμον τῆς χώρας αὐτῶν ὁμοίως ἰχθύν, ἔτι γε μὴν Ἡρακλεοπολῖται ἰχνεύμονα, Σαῗται δὲ καὶ Θηβαῖοι πρόβατον, Λυκοπολῖται δὲ λύκον, Κυνοπολασῖται δὲ κύνα, τὸν Ἆπιν Μεμφῖται, Μενδήσιοι τὸν τράγον. ὑμεῖς δὲ οιπάντ̓ ἀμείνους Αἰγυπτίων ῾ὀκνῶ δὲ εἰπεῖν χείρους᾿, οἳ τοὺς Αἰγυπτίους ὁσημέραι γελῶντες οὐ παύεσθε, 65 ποῖοί 66 τινες καὶ περὶ τὰ ἄλογα ζῷα; Θεσσαλοὶ μὲν ὑμῶν τοὺς πελαργοὺς τετιμήκασι διὰ τὴν συνήθειαν, Θηβαῖοι δὲ τὰς γαλᾶς διὰ τὴν Ἡρακλέους γένεσιν. τί δὲ πάλιν Θετταλοί; μύρμηκας ἱστοροῦνται σέβειν, ἐπεὶ τὸν Δία μεμαθήκασιν ὁμοιωθέντα μύρμηκι τῇ Κλήτορος θυγατρὶ Εὐρυμεδούσῃ μιγῆναι καὶ Μυρμιδόνα γεννῆσαι: Πολέμων δὲ τοὺς ἀμφὶ τὴν Τρωάδα κατοικοῦντας ἱστορεῖ τοὺς ἐπιχωρίους μῦς σέβειν, 67 οὓς σμίνθους καλοῦσιν, ὅτι τὰς νευρὰς [p. 86] τῶν πολεμίων διέτρωγον τῶν τόξων: καὶ Σμίνθιον Ἀπόλλωνα ἀπὸ τῶν μυῶν ἐκείνων ἐπεφήμισαν. Ἡρακλείδης δὲ ἐν Κτίσεσιν ἱερῶν περὶ τὴν Ἀκαρνανίαν φησίν, ἔνθα τὸ Ἄκτιόν ἐστιν ἀκρωτήριον καὶ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου τὸ ἱερόν, ταῖς μυίαις προθύεσθαι βοῦν. οὐδὲ μὴν Σαμίων ἐκλήσομαι ῾πρόβατον, ὥς φησιν Εὐφορίων, σέβουσι Σάμιοἰ οὐδέ γε τῶν τὴν Φοινίκην Σύρων κατοικούντων, ὧν οἱ μὲν τὰς περιστεράς, οἱ δὲ τοὺς ἰχθῦς οὕτω σέβουσι περιττῶς ὡς Ἠλεῖοι τὸν Δία. Εἶεν δή: ἐπειδὴ οὐ θεοί, οὓς θρῃσκεύετε, αὖθις ἐπισκέψασθαί μοι δοκεῖ εἰ ὄντως εἶεν δαίμονες, δευτέρᾳ ταύτῃ, ὡς ὑμεῖς φατέ, ἐγκαταλεγόμενοι τάξει. εἰ γὰρ οὖν δαίμονες, λίχνοι τε καὶ μιαροί. ἔστι μὲν ἐφευρεῖν καὶ ἀναφανδὸν οὕτω κατὰ πόλεις δαίμονας ἐπιχωρίους τιμὴν ἐπιδρεπομένους, παρὰ Κυθνίοις Μενέδημον, παρὰ Τηνίοις Καλλισταγόραν, παρὰ Δηλίοις Ἄνιον, παρὰ Λάκωσιν Ἀστράβακον. τιμᾶται δέ τις καὶ Φαληροῖ κατὰ πρύμναν ἥρως: καὶ Πυθία συνέταξε θύειν Πλαταιεῦσιν Ἀνδροκράτει καὶ Δημοκράτει καὶ Κυκλαίῳ καὶ Λεύκωνι τῶν Μηδικῶν ἀκμαζόντων ἀγώνων. ἔστι καὶ [p. 88] ἄλλους παμπόλλους συνιδεῖν δαίμονας τῷ γε καὶ σμικρὸν διαθρεῖν δυναμένῳ: τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ δαίμονες ἀθάνατοι, φύλακες μερόπων ἀνθρώπων. τίνες εἰσὶν οἱ φύλακες, Βοιώτιε, μὴ φθονέσῃς λέγειν. δῆλον ὡς οὗτοι καὶ οἱ τούτων ἐπιτιμότεροι, οἱ μεγάλοι δαίμονες, Ἀπόλλων, Ἄρτεμις, Λητώ, Δημήτηρ, Κόρη, Πλούτων, Ἡρακλῆς, αὐτὸς Ζεύς. ἀλλ̓ οὐκ ἀποδρᾶναι ἡμᾶς φυλάττουσιν, Ἀσκραῖε, μὴ ἁμαρτάνειν δὲ ἴσως, οἱ ἁμαρτιῶν δῆτα οὐ πεπειραμένοι. ἐνταῦθα δὴ τὸ παροιμιῶδες ἐπιφθέγξασθαι ἁρμόττειπατὴρ ἀνουθέτητα 68 παῖδα νουθετεῖ.’ εἰ δ̓ ἄρα καὶ εἰσὶ φύλακες οὗτοι, οὐκ εὐνοίᾳ τῇ πρὸς ἡμᾶς περιπαθεῖς, τῆς δὲ ὑμεδαπῆς ἀπωλείας ἐχόμενοι, κολάκων δίκην, ἐγχρίμπτονται τῷ βίῳ, δελεαζόμενοι καπνῷ. αὐτοί που ἐξομολογοῦνται οἱ δαίμονες τὴν γαστριμαργίαν τὴν αὑτῶν, λοιβῆς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς, λέγοντες. τίνα δ̓ ἂν φωνὴν ἄλλην, εἰ φωνὴν λάβοιεν Αἰγυπτίων θεοί, οἷα αἴλουροι καὶ γαλαῖ, προήσονται τὴν Ὁμηρικήν τε καὶ ποιητικήν, τῆς κνίσης τε καὶ ὀψαρτυτικῆς φίλην; τοιοίδε μέντοι παῤ ὑμῖν οἵ τε δαίμονες καὶ οἱ θεοὶ καὶ εἴ τινες [p. 90] ἡμίθεοι ὥσπερ ἡμίονοι κέκληνται: οὐδὲ γὰρ οὐδὲ ὀνομάτων ὑμῖν πενία πρὸς τὰς τῆς ἀσεβείας συνθέσεις.

1 to\n % *)apo/llw is probably corrupt. to\n *trofw/nion (Cobet) and to\n *mo/yon (Wilamositz) have been suggested. Markland puts to\n *)apo/llw before to\n *kla/rion, a re-arrangement shich has been follosed in the translation.

2 ai( inserted by Mayor.

3 *)afrodi/th Schsartz.

4 al Lobeck. kai\ MSS.

5 kai\ inserted by Schsartz.

6 path\r... *zeu/s. These sords are not found in Eusebius (Praep. Ev. ii. 3), and are rejected as a gloss by Stählin

7 kentri/on Dindorf. ke/ntron MSS.

8 e)n... oi)=mai o(/n o)/resi kru/fion boukolw= ke/ntron fe/rwn to\—oi)=mai Tournicr.

9 dihgh/swmai Dindorf. dihgh/somai MSS.

10 xa/sma from Eusebius. sxi/sma MSS.

11 toi=n qeoi=n Wilamositz th=| qea=| Rohde.

12 nomi/zousai Wilamositz. nomi/zousi MSS.

13 e)ggeusa/menos Lobeck.

14 ta\ musth/ria after kenh\ Mayor: after dra/kontos MSS.

15 kra/dai Morellus. kardi/ai MSS.

16 *gh=s Wilamositz. th=s MSS.

17 pei=ra Wilamositz. h( i(era\ MSS.

18 *)ana/xarsis Casaubon.

19 tw\ *mhli/w Miinzel. to\n mh/lion MSS.

20 o( Dindorf.

21 a)lh/qeian Sylburg. a)lhqei/as MSS.

22 tou)/yon Cobet. tou=ton MSS.

23 o( inserted by Schsartz.

24 o(/sa kai\ Mayor. kai\ o(/sa Stählin. kai\ o(/sa MSS.

25 th\n inserted by Wilamositz.

26 e)pi/khroi Mayor. e)pi/kouroi MSS.

27 a)mpnoa\n Pindar. a)mpnoa\s MSS.

28 e)ne/skhye Pindar. e)/skhye MSS.

29 e)/n tisi Welcker. e)n trisi\ MSS.

30 i(storei=ton Sylburg. i(storei/twn MSS.

31 toi=n *dioskou/roin Sylburg. tw\ *dioskou/rw MSS.

32 e)gene/sqhn Dindorf. gene/sqhn MSS.

33 *)alkma\n Bergk. (??)lkmandros MSS.

34 temeni/zousin Sylburg. me\n i(/zousin MSS.

35 *musa\s Stählin. mou/sas MSS.

36 *moi/sas Müller. *mu/sas MSS.

37 au)ta\s Stählin. *au)tai=s MSS.

38 d) e)lh/laken Dindorf. dielh/laken MSS.

39 e)nargh= Markland. e)nagh= MSS.

40 ai( qeai\ *walckenaer: Stählin.

41 d) e)pi\ inserted by Wilamositz.

42 *)iasi/wni Sylburg. i)a/swni MSS.

43 *)/agra| Meurs. sa/grai MSS.

44 tis inserted by Dindorf.

45 a(/|smata Heinsius: Stählin. a(/|smata, a(\ Dindorf.

46 ei)/rgast) a)/n Schlciermacher. ei)/rgastai MSS.

47 dou=loi inserted by Schsartz.

48 pro\ Münzel. pro\s MSS.

49 qhteue/men Sylburg. qhteuse/men MSS.

50 kai\ inserted by Sylburg.

51 to\n *(/hlion *au)ge/an Schsartz. to\n h)lei=on au)ge/an MSS.

52 de\ Mayor. dh\ MSS.

53 a)nqrwpi/nois Reinkens. a)nqrw/pois MSS.

54 a)gh/rw| Potter. a)gh/rws MSS.

55 o( inserted by Sylburg.

56 h)\ Leopardus. toi=s Sylburg. ti=e MSS.

57 kai\ *la/kwnes placed by Stählin after *)argei/ous (1. 2).

58 poqe\n pare/ggrapta Stählin. po/qen parage/graptai MSS.

59 e)mpeplhko/tas Stählin. e)mpeplhko/tes MSS.

60 teti/mhsqon Sylburg. tetimh/sqwn MSS.

61 peribasoi= Dindorf. peribasi/h| MSS.

62 kallipu/gw| Sylburg. kallipu/gw| MSS.

63 *snhni=tai Ortelius and Canter (in Sylburg). eu)hni=tai MSS.

64 a)/llos Potter. o(\s a)/llos MSS.

65 pau/esqe Heinsius. pau/sesqe MSS.

66 poi=oi/ Wilamositz. o(poi=oi/ MSS.

67 se/bein inserted by Dindorf.

68 a)nouqe/thta Wilamositz. a)nouqe/thtos MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: