previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς: καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέβειαν ἡμῖν ἀφορμὰς ἐναργέστατα προτείνοντες θεμελιοῦσι τὴν ἀλήθειαν: γραφαὶ δὲ αἱ θεῖαι καὶ 1 πολιτεῖαι σώφρονες, σύντομοι σωτηρίας ὁδοί: γυμναὶ κομμωτικῆς καὶ τῆς ἐκτὸς καλλιφωνίας καὶ στωμυλίας καὶ κολακείας ὑπάρχουσαι ἀνιστῶσιν ἀγχόμενον ὑπὸ κακίας τὸν ἄνθρωπον, ὑπεριδοῦσαι τὸν ὄλισθον τὸν βιωτικόν, μιᾷ καὶ τῇ αὐτῇ φωνῇ πολλὰ θεραπεύουσαι, 2 ἀποτρέπουσαι μὲν ἡμᾶς τῆς ἐπιζημίου ἀπάτης, προτρέπουσαι δὲ ἐμφανῶς εἰς προὖπτον σωτηρίαν. αὐτίκα γοῦν [p. 174] προφῆτις ἡμῖν ᾀσάτω πρώτη Σίβυλλα τὸ ᾆσμα τὸ σωτήριον: οὗτος ἰδοὺ πάντεσσι 3 σαφὴς ἀπλάνητος ὑπάρχει: ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ ζόφον αἰεί. ἠελίου γλυκυδερκές, ἰδού, φάος ἔξοχα λάμπει. γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν. εἶς θεός ἐστι, βροχάς, ἀνέμους, σεισμούς τ̓ ἐπιπέμπων, ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ καὶ νιφετοὺς καὶ τἆλλα, 4 τί δὴ καθ̓ ἓν ἐξαγορεύω; οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ αὐτὸς ἀπ̓ ἀρχῆς. 5 ἐνθέως σφόδρα τὴν μὲν ἀπάτην ἀπεικάζουσα τῷ σκότει, τὴν δὲ γνῶσιν ἡλίῳ καὶ φωτὶ τοῦ θεοῦ, ἄμφω δὲ παραθεμένη τῇ συγκρίσει, τὴν ἐκλογὴν διδάσκει: τὸ γὰρ ψεῦδος οὐ ψιλῇ τῇ παραθέσει τἀληθοῦς διασκεδάννυται, τῇ δὲ χρήσει τῆς ἀληθείας ἐκβιαζόμενον φυγαδεύεται. Ἱερεμίας δὲ προφήτης πάνσοφος, μᾶλλον δὲ ἐν Ἱερεμίᾳ τὸ ἅγιον πνεῦμα ἐπιδείκνυσι τὸν θεόν. ‘θεὸς ἐγγίζων ἐγώ εἰμι,’ φησί, ‘καὶ οὐχὶ θεὸς πόρρωθεν. εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; οὐχὶ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.’ πάλιν δὲ αὖ διὰ Ἡσαΐουτίς μετρήσει,’ φησί, ‘τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;’ ὅρα τὸ μέγεθος τοῦ θεοῦ καὶ καταπλάγηθι. τοῦτον προσκυνήσωμεν, ἐφ̓ οὗ φησιν προφήτηςἀπὸ προσώπου σου ὄρη τακήσονται, [p. 176] ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός.’ οὗτος, φησίν, ἐστὶν θεός, ‘οὗ θρόνος μέν ἐστιν οὐρανός, ὑποπόδιον δὲ γῆ,’ ὃςἐὰν ἀνοίξῃ τὸν οὐρανόν, τρόμος σε λήψεται.’ βούλει καὶ περὶ τῶν εἰδώλων 6 ἀκοῦσαι τί φησὶν 7 προφήτης οὗτος; ‘παραδειγματισθήσονται ἔμπροσθεν τοῦ ἡλίου καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ σαπήσεται ὑπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης, αὐτοὶ ἠγάπησαν καὶ οἷς αὐτοὶ ἐδούλευσαν, καὶ ἐμπρησθήσεται πόλις αὐτῶν.’ φθαρήσεσθαι δὲ καὶ τὰ στοιχεῖα καὶ τὸν κόσμον σὺν καὶ αὐτοῖς λέγει: ‘ γῆ,’ φησί, ‘παλαιωθήσεται καὶ οὐρανὸς παρελεύσεται,’ ‘τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα.’ τί δὲ ὅταν πάλιν ἑαυτὸν δεικνύναι θεὸς βουληθῇ διὰ Μωυσέως; ‘ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω: πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.’ Ἀλλὰ καὶ ἑτέρου ἐπακοῦσαι θέλεις χρησμῳδοῦ; ἔχεις τὸν χορὸν πάντα τὸν προφητικόν, τοὺς συνθιασώτας τοῦ Μωυσέως. τί φησὶν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον διὰ Ὠσηέ; οὐκ ὀκνήσω λέγειν: ‘ἰδού, ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα,’ οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν. ἔτι [p. 178] δὲ καὶ διὰ Ἡσαΐου ῾καὶ ταύτην ἀπομνημονεύσω σοι τὴν φωνήν̓ἐγώ εἰμι, ἐγώ εἰμι,’ φησίν, ‘ κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν: συνάχθητε καὶ ἥκετε: βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι θεοῖς οἳ οὐ σώσουσιν αὐτούς.’ εἶθ̓ ὑποβάςἐγώ,’ φησίν, ‘ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ δίκαιος, καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ: ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ̓ ἐσχάτου τῆς γῆς. ἐγώ εἰμι θεὸς καὶ οὐκ ἔστιν ἄλλος: κατ̓ ἐμαυτοῦ ὀμνύω.’ τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγωντίνι ὡμοιώσατε κύριον; τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησεν τέκτων, χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν;’ καὶ τὰ ἐπὶ τούτοις. μὴ οὖν ἔτι ὑμεῖς εἰδωλολάτραι; ἀλλὰ κἂν νῦν φυλάξασθε τὰς ἀπειλάς: ὀλολύξει γὰρ τὰ γλυπτὰ καὶ τὰ χειροποίητα, μᾶλλον δὲ οἱ ἐπ̓ αὐτοῖς πεποιθότες, ἀναίσθητος γὰρ ὕλη. ἔτι φησίν: ‘ κύριος σείσει πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νοσσιάν.’ τί σοι σοφίας ἀναγγέλλω μυστήρια καὶ ῥήσεις ἐκ παιδὸς Ἑβραίου σεσοφισμένου; ‘κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,’ καὶκύριος δίδωσι σοφίαν καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις.’ ‘ἕως πότε, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; [p. 180] ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει σοι ὥσπερ πηγὴ ἄμητός σου,’ λόγος πατρικός, ἀγαθὸς λύχνος, κύριος ἐπάγων τὸ φῶς, τὴν πίστιν πᾶσι καὶ σωτηρίαν. ‘κύριοςγὰρ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ,’ ὥς φησιν Ἱερεμίας, ‘ἀνώρθωσεν τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ.’ ἀποπεσόντας γὰρ ἡμᾶς ἐπὶ τὰ εἴδωλα σοφία, ἐστιν λόγος αὐτοῦ, ἀνορθοῖ ἐπὶ τὴν ἀλήθειαν. καὶ αὕτη 8 πρώτη τοῦ παραπτώματος ἀνάστασις: ὅθεν ἀποτρέπων εἰδωλολατρείας ἁπάσης θεσπέσιος παγκάλως ἀνακέκραγε Μωυσῆς: ‘ἄκουε Ἰσραήλ: κύριος θεός σου, κύριος εἷς ἐστι,’ καὶκύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις:’ νῦν δὴ οὖν σύνετε, ἄνθρωποι, κατὰ τὸν μακάριον ψαλμῳδὸν ἐκεῖνον τὸν Δαβίδ: ‘δράξασθε παιδείας, μή ποτε ὀργισθῇ κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει θυμὸς αὐτοῦ. μακάριοι πάντες οἱ πεποιθότες ἐπ̓ αὐτῷ.’ ἤδη δὲ ὑπεροικτείρων ἡμᾶς κύριος τὸ σωτήριον ἐνδίδωσι μέλος, οἷον ἐμβατήριον ῥυθμόν: ‘υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;’ τίς οὖν ματαιότης καὶ τί τὸ ψεῦδος; ἅγιος ἀπόστολος τοῦ κυρίου τοὺς Ἕλληνας αἰτιώμενος ἐξηγήσεταί σοι: ‘ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ηὐχαρίστησαν, ἀλλ̓ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ θεοῦ [p. 182] ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.’ καὶ μὴν γε θεὸς οὗτος, ὃςἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν’: σὺ δὲ τὸν μὲν θεὸν οὐ νοεῖς, τὸν δὲ οὐρανὸν προσκυνεῖς, καὶ πῶς οὐκ ἀσεβεῖς; ἄκουε πάλιν προφήτου λέγοντοςἐκλείψει μὲν ἥλιος καὶ οὐρανὸς σκοτισθήσεται, λάμψει δὲ παντοκράτωρ εἰς τὸν αἰῶνα, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται καὶ οἱ οὐρανοὶ εἱλιγήσονται ὡς δέρρις ἐκτεινόμενοι καὶ συστελλόμενοι῾αὗται γὰρ αἱ προφητικαὶ φωναἴκαὶ γῆ φεύξεται ἀπὸ προσώπου κυρίου.’

1 ai) qei=ai, ei) kai\ Schsartz: Stählin.

2 qerapeu/ousai Sylburg. qerapeu=sai MSS.

3 pa/ntessi Sib. Or. and Clement, v. Strom. 115. 6. pa/nt) e)sti MSS.

4 kai\ ta)=lla Cobet. kru/stalla MSS.: Stählin.

5 a)p) a)rxh=s Mayor. u(pa/rxei MSS.: Stählin.

6 ei)dw/lwn: can this be a seribe's mistake for ei)dwlolatrw=n (cp. p. 178. 1. 12)?

7 o( inscrted by Dindorf.

8 au(/th h( Mayor. au(/th MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: