previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καὶ πολύς μοι ἐπιρρεῖ τοιοῦτος ὄχλος, οἱονεὶ μορμώ τινα, δαιμονίων παρεισάγων ξένων ἄτοπον [p. 152] σκιαγραφίαν, μυθολογῶν 1 ὕθλῳ γραϊκῷ: πολλοῦ γε δεῖ ἀνδράσιν ἐπιτρέπειν ἀκροᾶσθαι τοιούτων λόγων, οἳ μηδὲ τοὺς παῖδας τοὺς ἑαυτῶν, τοῦτο δὴ τὸ λεγόμενον, κλαυθμυριζομένους ἐθίζομεν παρηγορεῖσθαι μυθίζοντες, ὀρρωδοῦντες συνανατρέφειν αὐτοῖς ἀθεότητα τὴν πρὸς τῶν δοκησισόφων 2 δὴ τούτων καταγγελλομένην, μηδέν τι νηπίων μᾶλλον τἀληθὲς εἰδότων. τί γάρ, πρὸς τῆς ἀληθείας, τοὺς σοὶ πεπιστευκότας δεικνύεις ῥύσει καὶ φορᾷ 3 δίναις τε ἀτάκτοις 4 ὑποβεβλημένους; τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἀέρα πῦρ γῆν λίθους ξύλα σίδηρον, κόσμον τόνδε, θεοὺς ἀναπλάττουσα, θεοὺς δὲ καὶ τοὺς ἀστέρας τοὺς πλανήτας, τοῖς ὄντως πεπλανημένοις τῶν ἀνθρώπων διὰ τῆς πολυθρυλήτου ταύτης ἀστρολογίας, οὐκ ἀστρονομίας, μετεωρολογοῦσα καὶ ἀδολεσχοῦσα; τὸν κύριον τῶν πνευμάτων ποθῶ, τὸν κύριον τοῦ πυρός, τὸν κόσμου δημιουργόν, τὸν ἡλίου φωταγωγόν: θεὸν ἐπιζητῶ, οὐ τὰ ἔργα τοῦ θεοῦ. τίνα δὴ λάβω παρὰ σοῦ συνεργὸν τῆς ζητήσεως; οὐ γὰρ παντάπασιν ἀπεγνώκαμέν σε. εἰ βούλει, τὸν Πλάτωνα. πῇ δὴ οὖν ἐξιχνευτέον τὸν θεόν, Πλάτων; ‘τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν [p. 154] τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας ἐξειπεῖν ἀδύνατον.’ διὰ τί δῆτα, πρὸς αὐτοῦ; ‘ῥητὸν 5 γὰρ οὐδαμῶς ἐστίν.’ εὖ γε, Πλάτων, ἐπαφᾶσαι τῆς ἀληθείας: ἀλλὰ μὴ ἀποκάμῃς: ξύν μοι λαβοῦ τῆς ζητήσεως τἀγαθοῦ πέρι: πᾶσιν γὰρ ἁπαξαπλῶς ἀνθρώποις, μάλιστα δὲ τοῖς περὶ λόγους ἐνδιατρίβουσιν ἐνέστακταί τις ἀπόρροια θεϊκή. οὗ δὴ χάριν καὶ ἄκοντες μὲν ὁμολογοῦσιν ἕνα γε 6 εἶναι θεόν, ἀνώλεθρον καὶ ἀγένητον τοῦτον, ἄνω που περὶ τὰ νῶτα τοῦ οὐρανοῦ ἐν τῇ ἰδίᾳ καὶ οἰκείᾳ περιωπῇ ὄντως ὄντα ἀεί. θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον; τὸν πάνθ̓ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον, Εὐριπίδης λέγει. πεπλανῆσθαι γοῦν Μένανδρός μοι δοκεῖ, ἔνθα φησίν ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν, δἰ ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς: οὐδὲ γὰρ ἥλιος ἐπιδείξει ποτ̓ ἂν τὸν θεὸν τὸν ἀληθῆ, δὲ λόγος ὑγιής, ὅς ἐστιν ἥλιος ψυχῆς, δἰ οὗ μόνου ἔνδον ἀνατείλαντος ἐν τῷ βάθει τοῦ νοῦ 7 αὐτῆς 8 καταυγάζεται τὸ ὄμμα: ὅθεν οὐκ ἀπεικότως Δημόκριτοςτῶν λογίων ἀνθρώπων [p. 156] ὀλίγουςφησίνἀνατείναντας τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, πάντα Δία μυθεῖσθαι 9 καὶ γὰρ πάντα οὗτος οἶδεν καὶ διδοῖ πάντα 10 καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων.’ ταύτῃ πῃ καὶ Πλάτων διανοούμενος τὸν θεὸν αἰνίττεταιπερὶ τὸν πάντων βασιλέα πάντ̓ ἐστί, κἀκεῖνο αἴτιον ἁπάντων τῶν 11 καλῶν.’ τίς οὖν βασιλεὺς τῶν πάντων; θεὸς τῆς τῶν ὄντων ἀληθείας τὸ μέτρον. ὥσπερ οὖν τῷ μέτρῳ καταληπτὰ τὰ μετρούμενα, οὑτωσὶ δὲ καὶ τῷ νοῆσαι τὸν θεὸν μετρεῖται καὶ καταλαμβάνεται ἀλήθεια. δὲ ἱερὸς ὄντως Μωυσῆςοὐκ ἔσται,’ φησίν, ‘ἐν τῷ μαρσίππῳ σου στάθμιον καὶ στάθμιον μέγα μικρόν, οὐδὲ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον μέγα μικρόν, ἀλλ̓ στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι,’ στάθμιον καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπολαμβάνων τὸν θεόν: τὰ μὲν γὰρ ἄδικα καὶ ἄνισα εἴδωλα οἴκοι ἐν τῷ μαρσίππῳ καὶ ἐν τῇ ὡς ἔπος εἰπεῖν ῥυπώσῃ ψυχῇ κατακέκρυπται: τὸ δὲ μόνον δίκαιον μέτρον, μόνος ὄντως θεός, ἴσος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, μετρεῖ τε 12 πάντα καὶ σταθμᾶται, οἱονεὶ τρυτάνῃ τῇ δικαιοσύνῃ τὴν τῶν ὅλων ἀρρεπῶς περιλαμβάνων καὶ ἀνέχων φύσιν. ‘ μὲν δὴ θεός, ὥσπερ καὶ παλαιὸς λόγος, ἀρχήν τε 13 καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος: [p. 158] τῷ 14 δ̓ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός.’ πόθεν, Πλάτων, ἀλήθειαν αἰνίττῃ; πόθεν τῶν λόγων ἄφθονος χορηγία τὴν θεοσέβειαν μαντεύεται; σοφώτερα, φησίν, τούτων βαρβάρων τὰ γένη. οἶδά σου τοὺς διδασκάλους, κἂν ἀποκρύπτειν ἐθέλῃς: γεωμετρίαν παῤ Αἰγυπτίων μανθάνεις, ἀστρονομίαν παρὰ Βαβυλωνίων, ἐπῳδὰς τὰς ὑγιεῖς παρὰ Θρᾳκῶν λαμβάνεις, πολλά σε καὶ Ἀσσύριοι πεπαιδεύκασι, νόμους δὲ τοὺς ὅσοι ἀληθεῖς καὶ δόξαν τὴν τοῦ θεοῦ παῤ αὐτῶν ὠφέλησαι τῶν Ἑβραίων, οἵτινες οὐκ ἀπάτῃσι κεναῖς, οὐδ̓ ἔργ̓ ἀνθρώπων χρύσεα καὶ χάλκεια καὶ ἀργύρου ἠδ̓ ἐλέφαντος καὶ ξυλίνων λιθίνων τε βροτῶν εἴδωλα θανόντων τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βουλῇ: ἀλλὰ γὰρ ἀείρουσι 15 πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον. Καί μοι μὴ μόνον, φιλοσοφία, ἕνα τοῦτον Πλάτωνα, πολλοὺς δὲ καὶ ἄλλους παραστῆσαι σπούδασον, τὸν ἕνα ὄντως μόνον θεὸν ἀναφθεγγομένους θεὸν κατ̓ ἐπίπνοιαν αὐτοῦ, εἴ που τῆς ἀληθείας ἐπιδράξαιντο. Ἀντισθένης μὲν γὰρ οὐ Κυνικὸν δὴ τοῦτο ἐνενόησεν, Σωκράτους δὲ ἅτε γνώριμοςθεὸν οὐδενὶ ἐοικέναιφησίν: ‘διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται.’ Ξενοφῶν [p. 160] δὲ Ἀθηναῖος διαρρήδην ἂν καὶ αὐτὸς περὶ τῆς ἀληθείας ἐγεγράφει 16 τι μαρτυρῶν ὡς Σωκράτης, εἰ μὴ τὸ Σωκράτους ἐδεδίει φάρμακον: οὐδὲν δὲ ἧττον αἰνίττεται. ‘γοῦντὰ πάντα,’ φησί, ‘σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός: ὁποῖος δὲ τὴν 17 μορφήν, ἀφανής: οὐδὲ μὴν παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ̓ αὐτὸς ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ̓ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.’ πόθεν ἄρα τοῦ Γρύλλου σοφίζεται δηλαδὴ παρὰ τῆς προφήτιδος τῆς Ἑβραίων θεσπιζούσης ὧδέ πως; τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ̓ οὐδ̓ ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες. Κλεάνθης δὲ Πηδασεύς, 18 ἀπὸ τῆς Στοᾶς φιλόσοφος, οὐ θεογονίαν ποιητικήν, θεολογίαν δὲ ἀληθινὴν ἐνδείκνυται. οὐκ ἀπεκρύψατο τοῦ θεοῦ πέρι ὅτι περ εἶχεν φρονῶν: τἀγαθὸν 19 ἐρωτᾷς μ̓ οἷόν ἐστ̓; ἄκουε δή: τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον [p. 162] εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον. ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παῤ ἐκείνης τευξόμενος καλοῦ τινος. ἐνταῦθα δὴ σαφῶς, οἶμαι, διδάσκει ὁποῖός ἐστιν θεός, καὶ ὡς δόξα κοινὴ καὶ συνήθεια τοὺς ἑπομένους αὐταῖν, ἀλλὰ μὴ τὸν θεὸν ἐπιζητοῦντας, ἐξανδραποδιζέσθην. οὐκ ἀποκρυπτέον οὐδὲ τοὺς ἀμφὶ τὸν Πυθαγόραν, οἵ φασιν μὲν θεὸς εἷς, οὗτος 20 δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ̓ ἐν αὐτᾷ, ὅλος ἐν ὅλῳ τῷ κύκλῳ, ἐπίσκοπος πάσας γενέσιος, κρᾶσις τῶν ὅλων αἰώνων 21 καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμιων καὶ ἔργων ἁπάντων ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶ ὅλω κύκλω, 22 πάντων κίνασις.’ ἀπόχρη καὶ τάδε εἰς ἐπίγνωσιν θεοῦ ἐπιπνοίᾳ θεοῦ πρὸς αὐτῶν μὲν ἀναγεγραμμένα, πρὸς δὲ ἡμῶν ἐξειλεγμένα τῷ γε καὶ σμικρὸν διαθρεῖν ἀλήθειαν δυναμένῳ.

1 muqologw=n Mayor. muqolo/gwn MSS.

2 dokhsiso/fwn Potter. dokhseiso/fwn MSS.

3 fora=| Münzel. fqora=| MSS.

4 di/nais te a)ta/ktois Heyse. deinai=s te kai\ a)ta/ktois MSS.

5 r(hto\n from Plato. r(hte/on MSS.

6 ge Schsartz. te MSS.

7 tou= nou= Cobet. tou= nou= kai\ tou= noo/s MSS.

8 au)th=s Kroll. au)tou= MSS.

9 *di/a muqei=sqai Heinsius. diamuqei=sqai MSS.

10 kai\ ga\r pa/nta... kai\ didoi= pa/nta (sith omission of pa/nta in previous line) Wilamositz. kai\ pa/nta... kai\ didoi= kai\... MSS.

11 tw=n from Plato (but cp. Plotinus i. 8. 2).

12 metrei= te Wendland (cp. Plato, Lass 643c). metrei=tai MSS.

13 te from Plato, and Clement, ii. Strom. 132. 2.

14 tw=| from Plato and Clement, ii. Strom. 132. 2. th\n MSS.

15 a)ei/rousi Sibylline Oracles. ai)/rousi MSS.

16 e)gegra/fei Dindorf. a)nagra/fei MSS.

17 de\ th\n Stobacus (Eelog. ii. 1). de/ tis MSS. d) e)sti\n Clement, v. Strom. 108. 5.

18 *phdaseu/s Wilamositz (see Strabo xiii. p. 611). pisadeu/s MSS.

19 ta)gaqo\n Clement, v. Strom. 110. 3. ei) to\ a)gaqo\n MSS.

20 ou(=tos Wilamositz. xou)=tos MSS. au)to\s Justin (Cohor. ad Graec. 19).

21 ai)w/nwn Justin. a)ei\ w(\n MSS.

22 tw= o(/lw ku/klw Stäblin. tw=| o(/lw| ku/klw| MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar:

No Annotations Found