Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πηλεύς
ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε
καὶ δέχομαι χερὶ δώμασί τ᾽ ἀμοῖς.
1175ἰώ μοί μοι, αἰαῖ,
ὦ πόλι Θεσσαλία, διολώλαμεν,
οἰχόμεθ᾽: οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα λείπεται οἴκοις:
ὦ σχέτλιος παθέων ἐγώ: †εἰς τίνα
1180δὴ φίλον αὐγὰς βαλὼν τέρψομαι;†
ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,
εἴθε σ᾽ ὑπ᾽ Ἰλίῳ ἤναρε δαίμων
Σιμοεντίδα παρ᾽ ἀκτάν.