Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀνδρομάχη
Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν᾽ ἄταν
ἀγάγετ᾽ εὐναίαν εἰς θαλάμους Ἑλέναν.
105ἇς ἕνεκ᾽, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον
εἷλέ σ᾽ ὁ χιλιόναυς Ἑλλάδος ὀξὺς Ἄρης
καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη
εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος:
αὐτὰ δ᾽ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,
110δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ.
πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ᾽ ἔλειπον
ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
ὤμοι ἐγὼ μελέα, τί μ᾽ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι
Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα
115πρὸς τόδ᾽ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα
τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.