previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἴων

275εἶἑν:
τί δαὶ τόδ᾽; ἆρ᾽ ἀληθὲς μάτην λόγος ...

Κρέουσα

τί χρῆμ᾽ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.

Ἴων

πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;

Κρέουσα

ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.

Ἴων

σὺ δ᾽ ἐξεσώθης πῶς κασιγνήτων μόνη;

Κρέουσα

280βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.

Ἴων

πατέρα δ᾽ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;

Κρέουσα

πληγαὶ τριαίνης ποντίου σφ᾽ ἀπώλεσαν.

Ἴων

Μακραὶ δὲ χῶρός ἐστ᾽ ἐκεῖ κεκλημένος;

Κρέουσα

τί δ᾽ ἱστορεῖς τόδ᾽; ὥς μ᾽ ἀνέμνησάς τινος.

Ἴων

285τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.

Κρέουσα

τιμᾶ τιμᾶ †: ὡς μήποτ᾽ ὤφελόν σφ᾽ ἰδεῖν.

Ἴων

τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;

Κρέουσα

οὐδέν: ξύνοιδ᾽ ἄντροισιν αἰσχύνην τινά.

Ἴων

πόσις δὲ τίς σ᾽ ἔγημ᾽ Ἀθηναίων, γύναι;

Κρέουσα

290οὐκ ἀστός, ἀλλ᾽ ἐπακτὸς ἐξ ἄλλης χθονός.

Ἴων

τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.

Κρέουσα

Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ᾽ ἄπο.

Ἴων

καὶ πῶς ξένος σ᾽ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;

Κρέουσα

Εὔβοι᾽ Ἀθήναις ἔστι τις γείτων πόλις ...

Ἴων

295ὅροις ὑγροῖσιν, ὡς λέγουσ᾽, ὡρισμένη.

Κρέουσα

ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.

Ἴων

ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος;

Κρέουσα

φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.

Ἴων

σὺν ἀνδρὶ δ᾽ ἥκεις μόνη χρηστήρια;

Κρέουσα

300σὺν ἀνδρί. σηκοὺς δ᾽ ἐκστρέφει Τροφωνίου.

Ἴων

πότερα θεατὴς χάριν μαντευμάτων;

Κρέουσα

κείνου τε Φοίβου θ᾽ ἓν θέλων μαθεῖν ἔπος.

Ἴων

καρποῦ δ᾽ ὕπερ γῆς ἥκετ᾽, παίδων πέρι;

Κρέουσα

ἄπαιδές ἐσμεν, χρόνι᾽ ἔχοντ᾽ εὐνήματα.

Ἴων

305οὐδ᾽ ἔτεκες οὐδὲν πώποτ᾽, ἀλλ᾽ ἄτεκνος εἶ;

Κρέουσα

Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.

Ἴων

τλῆμον, ὡς τἄλλ᾽ εὐτυχοῦσ᾽ οὐκ εὐτυχεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: