Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
εἰ δ᾽ ἀτελὴς θάνατος σπουδαί τε δεσποί-
νας, ὅ τε καιρὸς ἄπεισι τόλμας,
ᾇ νῦν ἐλπὶς ἐφαίνετ᾽, ἢ θη-
κτὸν ξίφος ἢ δαίμων ἐξά-
1065ψει βρόχον ἀμφὶ δειρήν,
πάθεσι πάθεα δ᾽ ἐξανύτουσ᾽
εἰς ἄλλας βιότου κάτει-
σι μορφάς.
οὐ γὰρ δόμων γ᾽ ἑτέρους
1070ἄρχοντας ἀλλοδαποὺς
ζῶσά ποτ᾽ ὄμμασι ἐν φαεν-
ναῖς ἀνέχοιτ᾽ ἂν αὐγαῖς
ἁ τῶν εὐπατριδᾶν γεγῶσ᾽ οἴκων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.