previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως, ἄρασα τὴν ἀφ᾽: ἱερᾶς ἀφῆκεν. ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν μυστηρίων ὀργιασταὶ φύλακες τὴν ἀπ᾽ οἰωνῶν πάτριον οὖσαν ἐκ παλαιῶν μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις: λέγειν δὲ ταὐτὰ, καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις. [2] ἐδέξατο μὲν οὖν εἰς τὸ στρατόπεδον τοὺς ἄνδρας, ἄλλο δ᾽ οὐδὲν ἔδωκεν οὐδ᾽ ἔπραξεν οὐδ᾽ εἶπε μαλακώτερον, ἀλλ᾽ ἐφ᾽ οἷς πρότερον [p. 196] ἐκέλευε ποιεῖσθαι τὰς διαλύσεις δέχεσθαι τὸν πόλεμον. ἐπανελθόντων οὖν τῶν ἱερέων ἔδοξεν ἀτρεμοῦντας ἐν τῇ πόλει τὰ τείχη φυλάττειν καὶ προσβάλλοντας ἀποκρούεσθαι τοὺς πολεμίους, [3] ἐν τῷ χρόνῳ μάλιστα καὶ τοῖς ἀπὸ τῆς τύχης παραλόγοις τιθεμένοις τὰς ἐλπίδας, ἐπεὶ δι᾽ αὑτῶν γε σωτήριον οὐδὲν ἠπίσταντο πράττοντες, ἀλλὰ ταραχὴ καὶ πτοία καὶ φήμη πονηρὰ τὴν πόλιν κατεῖχεν, ἄχρι οὗ συνέβη τι πρᾶγμα τῷ πολλάκις ὑφ᾽ Ὁμήρου λεγομένῳ,1 μὴ τάνυ δὲ πείθοντι2 τοὺς πολλούς, ὅμοιον. [4] λέγοντος γὰρ αὐτοῦ καὶ ἀναφωνοῦντος ἐπὶ ταῖς μεγάλαις πράξεσι καὶ παραλόγοις:
τῷ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη:
καὶ τὸ
ἀλλά τις ἀθανάτων τρέψεν φρένας, ὅς γ᾽ ἐνὶ θυμῷ
δήμου θῆκε φάτιν:
καὶ τὸ
τι ὀϊσσάμενος καὶ θεὸς ὣς ἐκέλευε:
καταφρονοῦσιν ὡς ἀδυνάτοις πράγμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως ἄπιστον3 καθιστάντος. [5] οὐ ποιεῖ δὲ τοῦτο Ὅμηρος, ἀλλὰ τὰ μὲν εἰκότα καὶ συνήθη [p. 198] καὶ κατὰ λόγον περαινόμενα τῷ ἐφ᾽ ἡμῖν ἀποδίδωσι, καὶ λέγει δήπου πολλάκις:
αὐτὰρ ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν:
καὶ,
ὣς φάτο, Πηλείωνι δ᾽ ἄχος γένετ᾽, ἐν δέ οἱ ἦτορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριζεν:
καὶ πάλιν,
ἀλλὰ τὸν οὔ τι
πεῖθ᾽ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην:
[6] ἐν δὲ ταῖς ἀτόποις καὶ παραβόλοις πράξεσι καὶ φορᾶς τινος ἐνθουσιώδους καὶ παραστάσεως δεομέναις οὐκ ἀναιροῦντα ποιεῖ τὸν θεόν, ἀλλὰ κινοῦντα τὴν προαίρεσιν, οὐδ᾽ ὁρμὰς ἐνεργαζόμενον, ἀλλὰ φαντασίας ὁρμῶν ἀγωγούς, αἷς οὐδὲ ποιεῖ τὴν πρᾶξιν ἀκούσιον, ἀλλὰ τῷ ἑκουσίῳ δίδωσιν ἀρχήν, καὶ τὸ θαρρεῖν καὶ τὸ ἐλπίζειν προστίθησιν. [7] γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθ᾽ ἡμᾶς, τις ἂν ἄλλος εἴη τρόπος βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν; οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐδὲ τὰς χεῖρας, ὡς δεῖ, μετατιθέντες αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες. [p. 200]

1 τῷ ... λεγομένῳ Coraës and Bekker, after Reiske (Amyot): τῶν ... λεγομένων.

2 πείθοντι Bekker, after Reiske: πεῖθον.

3 ἄπιστον Bekker has ἀκρατῆ (powerless to determine).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: