previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

συνιούσης δὲ περὶ τούτων πολλάκις ἐν ὀλίγῳ χρόνῳ τῆς βουλῆς καὶ μηδὲν τέλος ἐκφερούσης, συστάντες οἱ πένητες ἄφνω καὶ παρακαλέσαντες ἀλλήλους ἀπέλιπον τὴν πόλιν, καὶ καταλαβόντες ὄρος νῦν ἱερὸν καλεῖται, παρὰ τὸν Ἀνίωνα ποταμὸν ἐκαθέζοντο, πράττοντες μὲν οὐδὲν βίαιον οὐδὲ στασιαστικόν, ἐκπεπτωκέναι δὲ τῆς πόλεως ὑπὸ τῶν πλουσίων πάλαι βοῶντες, ἀέρα δὲ καὶ ὕδωρ καὶ τόπον ἐνταφῆναι πανταχοῦ τὴν Ἰταλίαν αὐτοῖς παρέξειν, [2] ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλ᾽ τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ὑπὲρ τῶν πλουσίων στρατευομένοις.

ταῦτ᾽ ἔδεισεν βουλή, καὶ τοὺς ἐπιεικεῖς [p. 130] μάλιστα καὶ δημοτικοὺς τῶν πρεσβυτέρων ἐξαπέστειλε, προηγόρει δὲ Μενήνιος Ἀγρίππας: καὶ πολλὰ μὲν τοῦ δήμου δεόμενος, πολλὰ δ᾽ ὑπὲρ τῆς βουλῆς παρρησιαζόμενος τελευτῶντι τῷ λόγῳ περιῆλθεν εἰς σχῆμα μύθου διαμνημονευόμενον. [3] ἔφη γὰρ τοῦ ἀνθρώπου τὰ μέλη πάντα πρὸς τὴν γαστέρα στασιάσαι, καὶ κατηγορεῖν αὑτῆς ὡς μόνης ἀργοῦ καὶ ἀσυμβόλου καθεζομένης ἐν τῷ σώματι, τῶν δ᾽ ἄλλων εἰς τὰς ἐκείνης ὀρέξεις πόνους τε μεγάλους καὶ λειτουργίας ὑπομενόντων τὴν δὲ γαστέρα τῆς εὐηθείας αὐτῶν καταγελᾶν, ἀγνοούντων ὅτι τὴν τροφὴν ὑπολαμβάνει μὲν εἰς ἑαυτὴν ἅπασαν, ἀναπέμπει δ᾽ αὖθις ἐξ αὑτῆς καὶ διανέμει τοῖς ἄλλοις. [4]οὕτως οὖν,’ ἔφη, ‘καὶ τῆς συγκλήτου λόγος ἐστὶν, πολῖται, πρὸς ὑμᾶς: τὰ γὰρ ἐκεῖ τυγχάνοντα τῆς προσηκούσης ἐπιμελείας καὶ οἰκονομίας βουλεύματα καὶ πράγματα πᾶσιν ὑμῖν ἐπιφέρει καὶ διανέμει τὸ χρήσιμον καὶ ὠφέλιμον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: