previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ τῷ Οὐολούσκων ἔθνει, πρὸς οὓς ἐπολέμουν, Κοριολανῶν πόλις ἀξίωμα μέγιστον εἶχε. ταύτην οὖν τοῦ ὑπάτου Κομινίου περιστρατοπεδεύσαντος, οἱ λοιποὶ Οὐολοῦσκοι δείσαντες ἐπὶ τοὺς Ῥωμαίους συνεβοήθουν πανταχόθεν, ὡς πρὸς τῇ πόλει ποιησόμενοι μάχην καὶ διχόθεν ἐπιχειρήσοντες αὐτοῖς. [2] ἐπεὶ δ᾽ Κομίνιος διελὼν τὴν δύναμιν αὐτὸς μὲν ἀπήντα τοῖς ἔξωθεν ἐπιοῦσι τῶν Οὐολούσκων, Λάρκιον δὲ Τίτον, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις, ἐπὶ τῆς πολιορκίας ἀπέλιπε, καταφρονήσαντες οἱ Κοριολανοὶ τῶν παρόντων ἐπεξῆλθον, καὶ προσμαχόμενοι τὸ πρῶτον ἐκράτουν καὶ κατεδίωκον εἰς τὸν χάρακα τοὺς Ῥωμαίους, [3] ἔνθα δὴ Μάρκιος ἐκδραμὼν σὺν ὀλίγοις καὶ καταβαλὼν τοὺς προσμίξαντας αὐτῷ μάλιστα, τοὺς δ᾽ ἄλλους στήσας ἐπιφερομένους, ἀνεκαλεῖτο μεγάλῃ βοῇ τοὺς Ῥωμαίους, καὶ γὰρ ἦν, ὥσπερ ἠξίου τὸν στρατιώτην Κάτων, οὐ χειρὶ καὶ πληγῇ μόνον, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ ὄψει προσώπου φοβερὸς ἐντυχεῖν πολεμίῳ καὶ δυσυπόστατος. ἀθροιζομένων δὲ πολλῶν καὶ συνισταμένων περὶ αὐτόν ἀπεχώρουν οἱ πολέμιοι δείσαντες. [4] δ᾽ οὐκ ἠγάπησεν, ἀλλ᾽ ἐπηκολούθει καὶ συνήλαυνεν [p. 134] ἤδη προτροπάδην φεύγοντας ἄχρι τῶν πυλῶν. ἐκεῖ δ᾽ ὁρῶν ἀποτρεπομένους τοῦ διώκειν τοὺς Ῥωμαίους, πολλῶν μὲν ἀπὸ τοῦ τείχους βελῶν προσφερομένων, τὸ δὲ συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς πόλιν ἀνδρῶν πολεμικῶν γέμουσαν ἐν τοῖς ὅπλοις ὄντων οὐδενὸς εἰς νοῦν ἐμβαλέσθαι τολμῶντος, ὅμως ἐπιστὰς παρεκάλει καὶ παρεθάρρυνεν, ἀνεῷχθαι βοῶν ὑπὸ τῆς τύχης τοῖς διώκουσι μᾶλλον τοῖς φεύγουσι τὴν πόλιν. [5] οὐ πολλῶν δὲ βουλομένων ἐπακολουθεῖν, ὠσάμενος διὰ τῶν πολεμίων ἐνήλατο ταῖς πύλαις καὶ συνεισέπεσε, μηδενὸς τὸ πρῶτον ἀντισχεῖν μηδ᾽ ὑποστῆναι τολμήσαντος, ἔπειτα δέ, ὡς κατεῖδον ὀλίγους παντάπασιν ἔνδον ὄντας, συμβοηθούντων καὶ προσμαχομένων, [6] ἀναμεμιγμένος ὁμοῦ φίλοις καὶ πολεμίοις ἄπιστον ἀγῶνα λέγεται καὶ χειρὸς ἔργοις καὶ ποδῶν τάχει καὶ τολμήμασι ψυχῆς ἀγωνιζόμενος ἐν τῇ πόλει, καὶ κρατῶν ἁπάντων πρὸς οὓς ὀρούσειε, τοὺς μὲν ἐξῶσαι πρὸς τὰ ἔσχατα μέρη, τῶν δ᾽ ἀπειπαμένων καὶ καταβαλόντων τὰ ὅπλα πολλὴν ἄδειαν τῷ Λαρκίῳ παρασχεῖν ἔξωθεν ἐπάγοντι τοὺς Ῥωμαίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: