previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39. τοῦτο πάντας μέν, ὡς εἰκός, ἠνίασε τοὺς περὶ Ἀντώνιον ἀνελπίστως ἐν ἀρχῇ πληγέντας: δὲ Ἀρμένιος Ἀρταουάσδης ἀπογνοὺς τὰ Ῥωμαίων ᾤχετο τὴν αὑτοῦ στρατιὰν ἀναλαβών, καίπερ αἰτιώτατος τοῦ πολέμου γενόμενος. [2] ἐπιφανέντων δὲ λαμπρῶς τοῖς πολιορκοῦσι τῶν Πάρθων καὶ χρωμένων ἀπειλαῖς πρὸς ὕβριν, οὐ βουλόμενος Ἀντώνιος ἡσυχάζοντι τῷ στρατῷ τὸ δυσθυμοῦν καὶ καταπεπληγμένον ἐμμένειν καὶ αὔξεσθαι, δέκα τάγματα λαβὼν καὶ τρεῖς στρατηγίδας σπείρας ὁπλιτῶν, τοὺς δ᾽ ἱππεῖς ἅπαντας, ἐξήγαγε πρὸς σιτολογίαν, οἰόμενος οὕτως ἂν ἐπισπασθέντων μάλιστα τῶν πολεμίων ἐκ παρατάξεως μάχην γενέσθαι. [3] προελθὼν δὲ μιᾶς ὁδὸν ἡμέρας, ὡς ἑώρα τοὺς Πάρθους κύκλῳ περιχεομένους καὶ προσπεσεῖν καθ᾽ ὁδὸν αὐτῷ ζητοῦντας, ἐξέθηκε μὲν τὸ τῆς μάχης σύμβολον ἐν τῷ στρατοπέδῳ, καθελὼν δὲ τὰς σκηνὰς ὡς οὐ μαχησόμενος, ἀλλ᾽ ἀπάξων, παρημείβετο τῶν βαρβάρων τὴν τάξιν οὖσαν μηνοειδῆ, κελεύσας ὅταν οἱ πρῶτοι τοῖς ὁπλίταις ἐν ἐφικτῷ δοκῶσιν εἶναι, τοὺς ἱππεῖς ἐναντίους εἰσελαύνειν. [4] τοῖς δὲ Πάρθοις παρακεκριμένοις λόγου κρείττων τάξις ἐφαίνετο τῶν Ῥωμαίων, καὶ κατεθεῶντο παρεξιόντας ἐν διαστήμασιν ἴσοις ἀθορύβως καὶ σιωπῇ τοὺς ὑσσοὺς κραδαίνοντας. ὡς δὲ τὸ σημεῖον ἤρθη καὶ προσεφέροντο μετὰ κραυγῆς ἐπιστρέψαντες οἱ ἱππεῖς, τούτους μὲν ἠμύνοντο δεξάμενοι, καίπερ εὐθὺς ἐντὸς τοξεύματος γενομένους, τῶν δὲ ὁπλιτῶν συναπτόντων ἅμα βοῇ καὶ πατάγῳ τῶν ὅπλων, οἵ τε ἵπποι τοῖς Πάρθοις ἐξίσταντο ταρβοῦντες καὶ αὐτοὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἔφευγον.

[5] δὲ Ἀντώνιος ἐνέκειτο τῇ διώξει, καὶ μεγάλας εἶχεν ἐλπίδας ὡς τοῦ πολέμου τὸ σύμπαν τὸ πλεῖστον ἐκείνῃ τῇ μάχῃ διαπεπραγμένος. ἐπεὶ δὲ τῆς διώξεως γενομένης τοῖς μὲν πεζοῖς ἐπὶ πεντήκοντα στάδια, τοῖς δὲ ἱππεῦσιν ἐπὶ τρὶς τοσαῦτα, τοὺς πεπτωκότας τῶν πολεμίων καὶ τοὺς ἡλωκότας ἐπισκοποῦντες εὗρον αἰχμαλώτους μὲν τριάκοντα, νεκροὺς δὲ ὀγδοήκοντα μόνους, ἀπορία καὶ δυσθυμία πᾶσι παρέστη, δεινὸν εἶναι λογιζομένοις εἰ νικῶντες μὲν οὕτως ὀλίγους κτείνουσιν, ἡττώμενοι δὲ στερήσονται τοσούτων ὅσους ἀπέβαλον περὶ ταῖς ἁμάξαις. [6] τῇ δ᾽ ὑστεραίᾳ συσκευασάμενοι τὴν ἐπὶ Φραάτων καὶ τοῦ στρατοπέδου προῆγον. ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν πρῶτον μὲν ὀλίγοις τῶν πολεμίων, ἔπειτα πλείοσι, τέλος δὲ πᾶσιν ὥσπερ ἀηττήτοις καὶ νεαλέσι προκαλουμένοις καὶ προσβάλλουσι πανταχόθεν, μοχθηρῶς καὶ πολυπόνως ἀπεσώθησαν εἰς τὸ στρατόπεδον. [7] τῶν δὲ Μήδων ἐκδρομήν τινα ποιησαμένων ἐπὶ τὸ χῶμα καὶ τοὺς προμαχομένους φοβησάντων, ὀργισθεὶς Ἀντώνιος ἐχρήσατο τῇ λεγομένῃ δεκατείᾳ πρὸς τοὺς ἀποδειλιάσαντας. διελὼν γὰρ εἰς δεκάδας τὸ πλῆθος ἀφ᾽ ἑκάστης ἕνα τὸν λαχόντα κλήρῳ διέφθειρε, τοῖς δὲ ἄλλοις ἀντὶ πυρῶν ἐκέλευε κριθὰς μετρεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: