Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
660οὐ τὸν πάντων θεῶν θεὸν πρόμον
Ἅλιον: ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν, φρόνησιν εἰ τάνδ᾽ ἔχω.
665ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς
τρύχει ψυχάν, τάδ᾽ εἰ κακοῖς κακὰ
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν. Οἰδίπους
ὁ δ᾽ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
670ἢ γῆς ἄτιμον τῆσδ᾽ ἀπωσθῆναι βίᾳ.
τὸ γὰρ σόν, οὐ τὸ τοῦδ᾽, ἐποικτίρω στόμα
ἐλεινόν: οὗτος δ᾽ ἔνθ᾽ ἂν ᾖ στυγήσεται. Κρέων
στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ᾽, ὅταν
θυμοῦ περάσῃς: αἱ δὲ τοιαῦται φύσεις
675αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. Οἰδίπους
οὔκουν μ᾽ ἐάσεις κἀκτὸς εἶ; Κρέων
πορεύσομαι,
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ᾽ ἴσος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.