Ὀρέστης
σιγᾶν ἐπῄνεσ᾽ ὡς ἐπ᾽ ἐξόδῳ κλύω
τῶν ἔνδοθεν χωροῦντος.
Ἠλέκτρα
εἴσιτ᾽, ὦ ξένοι,
ἄλλως τε καὶ φέροντες οἷ᾽ ἂν οὔτε τις
1325δόμων ἀπώσαιτ᾽ οὔτ᾽ ἂν ἡσθείη λαβών.
Παιδαγωγός
ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
πότερα παρ᾽ οὐδὲν τοῦ βίου κήδεσθ᾽ ἔτι
ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,
ὅτ᾽ οὐ παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἐν αὐτοῖσιν κακοῖς
1330τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;
ἀλλ᾽ εἰ σταθμοῖσι τοῖσδε μὴ 'κύρουν ἐγὼ
πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις
τὰ δρώμεν᾽ ὑμῶν πρόσθεν ἢ τὰ σώματα:
νῦν δ᾽ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.
1335καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων
καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς
εἴσω παρέλθεθ᾽, ὡς τὸ μὲν μέλλειν κακὸν
ἐν τοῖς τοιούτοις ἔστ᾽, ἀπηλλάχθαι δ᾽ ἀκμή.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.