previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλυταιμνήστρα

ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει:
οὐ γὰρ πάρεστ᾽ Αἴγισθος, ὅς σ᾽ ἐπεῖχ᾽ ἀεὶ
μή τοι θυραίαν γ᾽ οὖσαν αἰσχύνειν φίλους:
νῦν δ᾽ ὡς ἄπεστ᾽ ἐκεῖνος, οὐδὲν ἐντρέπει
520ἐμοῦ γε: καίτοι πολλὰ πρὸς πολλούς με δὴ
ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά:
ἐγὼ δ᾽ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
525πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ᾽ ἀεὶ
ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ: καλῶς
ἔξοιδα: τῶνδ᾽ ἄρνησις οὐκ ἔνεστί μοι:
γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
χρῆν σ᾽ ἀρήγειν, εἰ φρονοῦσ᾽ ἐτύγχανες:
530ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,
τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
λύπης, ὅς ἔσπειρ᾽, ὥσπερ τίκτουσ᾽ ἐγώ.
εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων
535ἔθυσεν αὐτήν: πότερον Ἀργείων ἐρεῖς;
ἀλλ᾽ οὐ μετῆν αὐτοῖσι τήν γ᾽ ἐμὴν κτανεῖν.
ἀλλ᾽ ἀντ᾽ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
τἄμ᾽, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
540οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς
καὶ μητρὸς ὄντας, ἧς πλοῦς ὅδ᾽ ἦν χάριν;
τῶν ἐμῶν Ἅιδης τιν᾽ ἵμερον τέκνων
τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
545παίδων πόθος παρεῖτο, Μενέλεω δ᾽ ἐνῆν;
οὐ ταῦτ᾽ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω:
φαίη δ᾽ ἂν θανοῦσά γ᾽, εἰ φωνὴν λάβοι.
ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις
550δύσθυμος: εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,
γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
load focus English (Sir Richard Jebb, 1894)
hide References (6 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 578
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1241
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.4
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: