Ἠλέκτρα
ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων
1355Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ,
ὃς τόνδε κἄμ᾽ ἔσωσας ἐκ πολλῶν πόνων;
ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ᾽ ἔχων
ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι
ξυνών μ᾽ ἔληθες οὐδ᾽ ἔφαινες, ἀλλά με
1360λόγοις ἀπώλλυς, ἔργ᾽ ἔχων ἥδιστ᾽ ἐμοί;
χαῖρ᾽, ὦ πάτερ: πατέρα γὰρ εἰσορᾶν δοκῶ:
χαῖρ᾽: ἴσθι δ᾽ ὡς μάλιστά σ᾽ ἀνθρώπων ἐγὼ
ἤχθηρα κἀφίλησ᾽ ἐν ἡμέρᾳ μιᾷ.
Παιδαγωγός
ἀρκεῖν δοκεῖ μοι: τοὺς γὰρ ἐν μέσῳ λόγους
1365πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ᾽ ἴσαι,
αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
σφῷν δ᾽ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι
νῦν καιρὸς ἔρδειν: νῦν Κλυταιμνήστρα μόνη,
νῦν οὔτις ἀνδρῶν ἔνδον: εἰ δ᾽ ἐφέξετον,
1370φροντίζεθ᾽ ὡς τούτοις τε καὶ σοφωτέροις
ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.