Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταύτης μὲν οὖν τῆς ἀπολογίας ὑμῶν ἕνεκα παραχωρησάτω: ἕτερον δ᾽ ἐγώ σοι λόγον ὑποβαλῶ καλὸν καὶ δίκαιον, ᾧ χρήσῃ, εἰ μηδὲν αἰσχρὸν σαυτῷ σύνοισθα. τόλμησον γὰρ εἰς τοὺς δικαστὰς βλέψας εἰπεῖν ἃ προσήκει ἀνδρὶ σώφρονι τὰ περὶ τὴν ἡλικίαν: ‘ἄνδρες Ἀθηναῖοι, τέθραμμαι μὲν ἐκ παιδὸς καὶ μειρακίου παρ᾽ ὑμῖν, οὐκ ἀφανεῖς δὲ διατριβὰς διατρίβω, ἀλλ᾽ ἐν ταῖς ἐκκλησίαις μεθ᾽ ὑμῶν ὁρῶμαι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.