Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παραφέρει δ᾽ αὑτὸν ἐν σκώμματος μέρει, ὡς ἡδὺς ὢν1 ἀνὴρ καὶ περὶ τὰς ἰδίας διατριβὰς γελοῖος: ‘εἰ μὴ καὶ ἐμὲ δεῖ,’ φησίν, ‘ὑπακούειν τοῖς ὄχλοις μὴ Δημοσθένην καλούμενον, ἀλλὰ Βάταλον, ὅτι ταύτην ἐξ ὑποκορίσματος τίτθης τὴν ἐπωνυμίαν ἔχω.’ εἰ δὲ Τίμαρχος ὡραῖος ἐγένετο καὶ σκώπτεται τῇ τοῦ πράγματος διαβολῇ καὶ μὴ τοῖς αὑτοῦ ἔργοις, οὐ δήπου διὰ τοῦτ᾽ αὐτόν φησι δεῖν συμφορᾷ περιπεσεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.