Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἠλέκτρα
οὐκ εἰσακούουσ᾽: ὦ τάλαιν᾽ ἐγὼ κακῶν.
ἆρ᾽ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας
1290ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.
σκέψασθέ νυν ἄμεινον: οὐχ ἕδρας ἀγών:
ἀλλ᾽ αἳ μὲν ἐνθάδ᾽, αἳ δ᾽ ἐκεῖσ᾽ ἑλίσσετε. Χορός
1295ἀμείβω κέλευθον σκοποῦσα πάντῃ. Ἑλένη
ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς. Χορός
— ἠκούσαθ᾽; ἅνδρες χεῖρ᾽ ἔχουσιν ἐν φόνῳ.
— Ἑλένης τὸ κώκυμ᾽ ἐστίν, ὡς ἀπεικάσαι. Ἠλέκτρα
ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,
1300ἔλθ᾽ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως. Ἑλένη
Μενέλαε, θνῄσκω: σὺ δὲ παρών μ᾽ οὐκ ὠφελεῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.