previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τέλος μέντοι ἐκείνης τε λιπαρεούσης καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενος, ὅτι ἀτυχῆσαι τὸν χρηίζοντα οὔ σφι δυνατόν ἐστι βασιληίου δείπνου προκειμένου, κάρτα δὴ ἀέκων κατανεύει, καὶ παραδοὺς ποιέει ὧδε: τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται, δὲ μεταπεμψάμενος τὸν ἀδελφεὸν λέγει τάδε. [2]Μασίστα, σὺ εἶς Δαρείου τε παῖς καὶ ἐμὸς ἀδελφεός, πρὸς δ᾽ ἔτι τούτοισι καὶ εἶς ἀνὴρ ἀγαθός: γυναικὶ δὴ ταύτῃ τῇ νῦν συνοικέεις μὴ συνοίκεε, ἀλλά τοι ἀντ᾽ αὐτῆς ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν. ταύτῃ συνοίκεε: τὴν δὲ νῦν ἔχεις, οὐ γὰρ δοκέει ἐμοί, μὴ ἔχε γυναῖκα.’ [3] δὲ Μασίστης ἀποθωμάσας τὰ λεγόμενα λέγει τάδε. ‘ δέσποτα, τίνα μοι λόγον λέγεις ἄχρηστον, κελεύων με γυναῖκα, ἐκ τῆς μοι παῖδές τε νεηνίαι εἰσὶ καὶ θυγατέρες, τῶν καὶ σὺ μίαν τῷ παιδὶ τῷ σεωυτοῦ ἠγάγεο γυναῖκα, αὐτή τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦσα: ταύτην με κελεύεις μετέντα θυγατέρα τὴν σὴν γῆμαι; [4] ἐγὼ δὲ βασιλεῦ μεγάλα μὲν ποιεῦμαι ἀξιεύμενος θυγατρὸς τῆς σῆς, ποιήσω μέντοι τούτων οὐδέτερα. σὺ δὲ μηδαμῶς βιῶ πρήγματος τοιοῦδε δεόμενος: ἀλλὰ τῇ τε σῇ θυγατρὶ ἀνὴρ ἄλλος φανήσεται ἐμεῦ οὐδὲν ἥσσων, ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ συνοικέειν.’ [5] μὲν δὴ τοιούτοισι ἀμείβεται, Ξέρξης δὲ θυμωθεὶς λέγει τάδε. ‘οὕτω τοι, Μασίστα, πέπρηκται: οὔτε γὰρ ἄν τοι δοίην θυγατέρα τὴν ἐμὴν γῆμαι, οὔτε ἐκείνῃ πλεῦνα χρόνον συνοικήσεις, ὡς μάθῃς τὰ διδόμενα δέκεσθαι.’ δὲ ὡς ταῦτα ἤκουσε, εἴπας τοσόνδε ἐχώρεε ἔξωδέσποτα, οὐ δὴ κώ με ἀπώλεσας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Reginald Walter Macan)
load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: