previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου. δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε. [2]ἐπεὶ τοίνυν ἐς ἠῶ συμβολὴ γίνεται, ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας, ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατ᾽ ὑμέας τεταγμένους Ἑλλήνων, τῶνδε εἵνεκα: ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι, ἡμεῖς δὲ ἄπειροί τε εἰμὲν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν: Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων: ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροι εἰμέν. [3] ἀλλ᾽ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας ἐς τόδε τὸ κέρας, ἡμέας δὲ ἐς τὸ εὐώνυμον.’ πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε. ‘καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπ᾽ ἀρχῆς, ἐπείτε εἴδομεν κατ᾽ ὑμέας τασσομένους τοὺς Πέρσας, ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε: ἀλλὰ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι. ἐπεὶ δ᾽ ὦν αὐτοὶ ἐμνήσθητε, καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοι εἰμὲν ποιέειν ταῦτα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Reginald Walter Macan)
load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: