previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ ἀπίκετο κῆρυξ ἐς τοὺς Λακεδαιμονίους, ὥρα τε σφέας κατὰ χώρην τεταγμένους καὶ ἐς νείκεα ἀπιγμένους αὐτῶν τοὺς πρώτους. ὡς γὰρ δὴ παρηγορέοντο τὸν Ἀμομφάρετον τε Εὐρυάναξ καὶ Παυσανίης μὴ κινδυνεύειν μένοντας μούνους Λακεδαιμονίων, οὔ κως ἔπειθον, ἐς ἐς νείκεά τε συμπεσόντες ἀπίκατο καὶ κῆρυξ τῶν Ἀθηναίων παρίστατό σφι ἀπιγμένος. [2] νεικέων δὲ Ἀμομφάρετος λαμβάνει πέτρον ἀμφοτέρῃσι τῇσι χερσὶ καὶ τιθεὶς πρὸ ποδῶν τῶν Παυσανίεω ταύτῃ τῇ ψήφῳ ψηφίζεσθαι ἔφη μὴ φεύγειν τοὺς ξείνους, λέγων τοὺς βαρβάρους. δὲ μαινόμενον καὶ οὐ φρενήρεα καλέων ἐκεῖνον, πρὸς τε τὸν Ἀθηναῖον κήρυκα ἐπειρωτῶντα τὰ ἐντεταλμένα λέγειν Παυσανίης ἐκέλευε τὰ παρεόντα σφι πρήγματα, ἐχρήιζέ τε τῶν Ἀθηναίων προσχωρῆσαί τε πρὸς ἑωυτοὺς καὶ ποιέειν περὶ τῆς ἀπόδου τά περ ἂν καὶ σφεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus Notes (Reginald Walter Macan)
load focus English (A. D. Godley, 1920)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: