Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ἡγοῦμαι δ᾽ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι πολλοὶ καὶ τῶν ἄλλων Ἑλλήνων τοῖς μὲν σώμασι μετ᾽ ἐκείνων ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δ᾽ εὐνοίαις μεθ᾽ ὑμῶν ἦσαν. οὓς τίνα χρὴ προσδοκᾶν γνώμην ἕξειν, ἢν ἀκούσωσιν ὅτι Θηβαῖοι τὸν δῆμον τὸν Ἀθηναίων πεπείκασιν ὡς οὐδενός ἐστι φειστέον τῶν ὑπὸ Λακεδαιμονίοις γενομένων;