Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ὁ γὰρ τούτων λόγος οὐδὲν ἄλλ᾽ ἢ τοῦτο φανήσεται δυνάμενος: οὐ γὰρ ἰδίαν κατηγορίαν ποιούμενοι κατὰ τῆς πόλεως τῆς ἡμετέρας ἀπολωλέκασιν αὐτήν, ἀλλ᾽ ἣν ὁμοίως καὶ κατ᾽ ἐκείνων ἕξουσιν εἰπεῖν. ὑπὲρ ὧν βουλεύεσθαι χρὴ καὶ σκοπεῖν, ὅπως μὴ τοὺς πρότερον μισοῦντας τὴν ἀρχὴν τὴν Λακεδαιμονίων ἡ τούτων ὕβρις διαλλάξει καὶ ποιήσει τὴν ἐκείνων συμμαχίαν αὑτῶν νομίζειν εἶναι σωτηρίαν.